Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
  2. ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος
  3. ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη
  4. ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
  5. τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
  6. καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
  7. λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
  8. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
  9. Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,
  10. Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων
  11. ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,
  12. τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν
  13. εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω
  14. ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
  15. ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς
  16. ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
  17. τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς
  18. χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
  19. δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
  20. ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ