Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
  2. καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.
  3. ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·
  4. ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
  5. ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,
  6. λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·
  7. τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.