Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
  2. ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
  3. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  4. ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,
  5. ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
  6. αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
  7. κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ