Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;
  2. ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.
  3. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  4. πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.
  5. τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
  6. ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας
  7. Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·