Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·
  2. πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
  3. νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
  4. οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
  5. οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
  6. τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
  7. τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
  8. οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,
  9. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
  10. ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον
  11. σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.
  12. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
  13. οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.
  14. ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
  15. ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
  16. αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
  17. πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.
  18. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  19. ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
  20. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,