Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
  • ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι
  • Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
  • αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
  • φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
  • δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
  • τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.