Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
  • εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
  • ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,
  • οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
  • ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ
  • γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,
  • ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων