Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
  • κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι
  • ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
  • νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
  • μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
  • τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,
  • ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.