Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
  • Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·
  • κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·
  • αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω
  • αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
  • αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·
  • σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων