Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.
  2. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  3. τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
  4. ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  5. νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
  6. Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
  7. αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.