Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα
  2. χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν
  3. πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
  4. Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,
  5. στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·
  6. υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
  7. Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
  8. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
  9. ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
  10. δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
  11. ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
  12. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  13. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
  14. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,
  15. ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
  16. Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
  17. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
  18. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα
  19. ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς
  20. ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο