Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
  2. Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
  3. ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
  4. αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  5. ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
  6. δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
  7. νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
  8. ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
  9. χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
  10. ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
  11. ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
  12. ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
  13. αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
  14. ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
  15. ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
  16. πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
  17. δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
  18. ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
  19. τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
  20. χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.