Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
  2. τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
  3. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  4. ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
  5. λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
  6. αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
  7. ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
  8. νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
  9. ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
  10. νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
  11. νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
  12. ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
  13. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  14. τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  15. οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
  16. τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
  17. μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
  18. στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
  19. ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
  20. μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
  21. οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
  22. δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
  23. ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
  24. νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
  25. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  26. Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
  27. ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
  28. οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
  29. ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
  30. ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
  31. ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
  32. αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
  33. παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
  34. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
  35. οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
  36. ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
  37. κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
  38. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
  39. καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
  40. ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  41. ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
  42. ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
  43. Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
  44. ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  45. ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
  46. ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
  47. ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
  48. οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
  49. ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
  50. εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
  51. χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
  52. καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
  53. σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
  54. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  55. καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
  56. τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
  57. ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
  58. στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
  59. Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
  60. ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
  61. Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  62. ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
  63. Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
  64. ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
  65. νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
  66. οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
  67. Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
  68. πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
  69. μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
  70. ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
  71. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
  72. τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
  73. οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
  74. ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
  75. ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
  76. ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
  77. ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
  78. ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
  79. καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
  80. τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
  81. χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
  82. οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
  83. ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
  84. ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
  85. πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
  86. εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
  87. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
  88. καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
  89. φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι
  90. λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
  91. τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
  92. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
  93. οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
  94. ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
  95. ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
  96. Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
  97. σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
  98. νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
  99. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
  100. ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
  101. ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
  102. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
  103. λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
  104. μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
  105. ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
  106. δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
  107. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  108. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  109. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
  110. μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
  111. αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
  112. ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
  113. ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
  114. οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα
  115. στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
  116. οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
  117. Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ
  118. ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
  119. ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
  120. τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
  121. ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
  122. πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
  123. φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
  124. ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
  125. ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
  126. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
  127. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
  128. ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
  129. τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
  130. τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
  131. Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
  132. ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
  133. καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
  134. αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
  135. οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
  136. Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
  137. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  138. ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
  139. Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
  140. ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
  141. τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
  142. στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
  143. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  144. ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
  145. ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
  146. εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
  147. ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
  148. ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
  149. ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
  150. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  151. κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
  152. Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
  153. ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
  154. εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
  155. αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
  156. νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
  157. νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
  158. ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
  159. ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
  160. ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
  161. ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
  162. ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
  163. ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
  164. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
  165. μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  166. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
  167. κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
  168. κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
  169. δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
  170. ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
  171. τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
  172. τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
  173. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
  174. κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
  175. τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
  176. Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
  177. λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
  178. ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
  179. πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
  180. ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
  181. σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
  182. ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
  183. λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
  184. ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
  185. γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
  186. Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
  187. Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
  188. τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
  189. τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
  190. ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
  191. Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
  192. τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
  193. μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
  194. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
  195. Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
  196. τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
  197. σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
  198. εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
  199. Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
  200. δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
  201. ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
  202. ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
  203. Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
  204. ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
  205. ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
  206. δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
  207. κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
  208. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
  209. Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
  210. νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
  211. χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
  212. κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
  213. τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
  214. ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
  215. δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
  216. αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
  217. στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
  218. πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
  219. αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
  220. δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
  221. μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
  222. καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
  223. ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
  224. ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
  225. ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
  226. παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
  227. αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
  228. ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
  229. ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
  230. ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  231. τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
  232. ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
  233. τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
  234. ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
  235. κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
  236. ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
  237. ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
  238. ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
  239. αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
  240. ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
  241. ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
  242. Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
  243. ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
  244. αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  245. ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
  246. δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
  247. νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
  248. ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
  249. χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
  250. ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
  251. ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
  252. ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
  253. αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
  254. ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
  255. ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
  256. πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
  257. δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
  258. ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
  259. τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
  260. χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
  261. τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
  262. χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
  263. ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
  264. δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
  265. Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
  266. μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
  267. αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
  268. εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
  269. εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
  270. νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
  271. Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
  272. οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
  273. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
  274. αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
  275. γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
  276. λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
  277. ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
  278. οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
  279. ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
  280. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
  1. ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ
  2. ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
  3. οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
  4. Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
  5. ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
  6. Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
  7. μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
  8. ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
  9. Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  10. αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
  11. ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
  12. ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
  13. οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
  14. μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
  15. δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
  16. δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
  17. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
  18. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
  19. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  20. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
  21. Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
  22. δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
  23. Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
  24. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
  25. πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
  26. ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
  27. χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
  28. κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
  29. μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
  30. πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
  31. σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·
  32. πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
  33. εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
  34. πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
  35. αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
  36. εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
  37. σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
  38. οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
  39. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
  40. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
  41. Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
  42. αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
  43. οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
  44. οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
  45. πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
  46. κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
  47. ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
  48. ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
  49. ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  50. ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς
  51. νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
  52. ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
  53. θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
  54. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  55. ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
  56. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  57. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  58. οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
  59. Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
  60. κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
  61. ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
  62. εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
  63. νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
  64. Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
  65. ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
  66. πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα
  67. καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
  68. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  69. εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
  70. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
  71. θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
  72. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
  73. οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
  74. ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
  75. καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις
  76. νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
  77. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
  78. βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
  79. ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
  80. καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  81. τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
  82. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
  83. μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
  84. ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
  85. εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
  86. ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
  87. ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
  88. νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
  89. ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
  90. ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
  91. ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
  92. χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
  93. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  94. τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας
  95. καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
  96. πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
  97. ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
  98. ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
  99. ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
  100. οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
  101. ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  102. χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  103. ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
  104. ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
  105. παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
  106. ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
  107. καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
  108. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
  109. μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
  110. ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
  111. οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
  112. πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει
  113. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  114. οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
  115. σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
  116. πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
  117. ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
  118. αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
  119. τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
  120. πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
  121. ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
  122. ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
  123. πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
  124. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  125. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς
  126. φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
  127. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
  128. ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
  129. αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
  130. χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον
  131. ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
  132. ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
  133. πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
  134. μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
  135. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
  136. κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
  137. ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
  138. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς
  139. κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
  140. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  141. στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
  142. τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
  143. ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
  144. Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
  145. κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
  146. σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,
  147. πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν
  148. ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
  149. ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
  150. νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
  151. Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
  152. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
  153. θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  154. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
  155. εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·
  156. Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
  157. πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
  158. νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
  159. ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα
  160. κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.
  161. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  162. αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
  163. κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,
  164. ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
  165. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
  166. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  167. πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων
  168. δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
  169. ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
  170. ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
  171. πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους
  172. ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
  173. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
  174. καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
  175. δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
  176. χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
  177. ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
  178. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
  179. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  180. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
  181. δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
  182. τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι
  183. δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
  184. ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,
  185. ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
  186. ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
  187. ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
  188. τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
  189. οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
  190. ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο
  191. σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
  192. οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·
  193. ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  194. στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι
  195. Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·
  196. πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
  197. ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
  198. ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις
  199. ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.
  200. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
  201. εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη
  202. βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι
  203. πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
  204. ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
  205. οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα
  206. Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας
  207. ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
  208. ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
  209. ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,
  210. ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
  211. Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
  212. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο
  213. ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
  214. αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
  215. πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,
  216. ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.
  217. παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον
  218. φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
  219. χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
  220. οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
  221. ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
  222. ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
  223. νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
  224. ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
  225. ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
  226. ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
  227. ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
  228. τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
  229. οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
  230. Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.
  231. Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
  232. κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·
  233. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·
  234. τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
  235. ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·
  236. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
  237. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ
  238. πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
  239. ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
  240. εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·
  241. ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν
  242. ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
  243. καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
  244. θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.
  245. τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
  246. ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
  247. εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο
  248. δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
  249. ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
  250. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
  251. ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·
  252. κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
  253. ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,
  254. ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·
  255. τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
  256. ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
  257. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς
  258. αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
  259. νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε
  260. ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,
  261. ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.
  262. ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα
  263. θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
  264. καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον
  265. τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
  266. ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·
  267. αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
  268. καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·
  269. τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,
  270. πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
  271. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  272. Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  273. ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.
  274. εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
  275. ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
  276. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
  277. ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς
  278. πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.
  279. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
  280. τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
  281. ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
  282. χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
  283. τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
  284. χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.
  285. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν
  286. ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
  287. ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.
  288. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
  289. Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
  290. τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
  291. ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα
  292. Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
  293. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
  294. διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
  295. Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
  296. τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος
  297. δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
  298. ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
  299. Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·
  300. τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
  301. Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,
  302. Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
  303. τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
  304. ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς
  305. μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
  306. Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν
  307. Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
  308. παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
  309. οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
  310. βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.
  311. τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
  312. πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
  313. ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
  314. παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
  315. μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·
  316. μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
  317. νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
  318. μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
  319. ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
  320. ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
  321. ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
  322. ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
  323. αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
  324. ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
  325. ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
  326. σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.
  327. ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης
  328. ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
  329. λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
  330. ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς
  331. ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
  332. ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
  333. καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
  334. τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
  335. αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
  336. ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
  337. κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
  338. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
  339. ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
  340. κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,
  341. μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·
  342. χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ
  343. ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
  344. εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
  345. οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,
  346. οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
  347. Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,
  348. ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.
  349. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
  350. ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.
  351. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.
  352. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
  353. πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
  354. Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·
  355. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
  356. τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε
  357. Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.
  358. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς
  359. τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν
  360. ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
  361. ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
  362. οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,
  363. πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν
  364. ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο
  365. νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
  366. ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
  367. χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
  368. ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
  369. ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες
  370. ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
  371. νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
  372. ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.
  373. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
  374. ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
  375. φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα
  376. αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
  377. τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
  378. Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·
  379. αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
  380. πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω
  381. θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
  382. καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,
  383. εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
  384. ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
  385. τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
  386. οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
  387. οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
  388. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων
  389. Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,
  390. δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·
  391. ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,
  392. ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι
  393. ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
  394. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
  395. ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
  396. θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
  397. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  398. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
  399. πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
  400. ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.
  401. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
  402. Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
  403. ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
  404. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
  405. Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
  406. νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·
  407. ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
  408. καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
  409. Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;
  410. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  411. οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
  412. ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
  413. αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
  414. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
  415. ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
  416. στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
  417. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  418. μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα
  419. στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
  420. ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
  421. ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
  422. τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
  423. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
  424. ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
  425. Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
  426. Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·
  427. στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·
  428. μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
  429. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
  430. κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
  431. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
  432. ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
  433. τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω
  434. Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
  435. μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
  436. δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ
  437. ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
  438. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
  439. Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
  440. ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
  441. ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
  442. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
  443. μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.
  444. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
  445. ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
  446. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  447. μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
  448. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
  449. ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
  450. πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·
  451. ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
  452. τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
  453. ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,
  454. ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
  455. λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
  456. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  457. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  458. οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
  459. ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
  460. ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ
  461. ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
  462. ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
  463. νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
  464. Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
  465. ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
  466. εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
  467. ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,
  468. αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
  469. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
  470. εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
  471. Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει
  472. Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
  473. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
  474. Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν
  475. ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
  476. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,
  477. οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
  478. ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
  479. λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
  480. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
  481. Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.
  482. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  483. Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
  484. δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
  485. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,
  486. ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
  487. ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
  488. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
  489. χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
  490. καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,
  491. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
  492. μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
  493. Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
  494. καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
  495. ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
  496. ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
  497. ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
  498. ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
  499. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
  500. μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι
  501. ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
  502. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
  503. ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
  504. ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ
  505. γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
  506. ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
  507. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς
  508. ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
  509. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
  510. κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν
  511. ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,
  512. δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
  513. καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
  514. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
  515. κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·
  516. ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
  517. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
  518. ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
  519. τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
  520. οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
  521. χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·
  522. τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
  523. λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
  524. ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ
  525. ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
  526. εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
  527. τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
  528. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
  529. λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
  530. βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
  531. ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
  532. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
  533. ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
  534. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
  535. στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·
  536. λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
  537. ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
  538. δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
  539. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
  540. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
  541. εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
  542. Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·
  543. ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
  544. τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
  545. τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω
  546. αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν
  547. εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
  548. εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
  549. ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς
  550. καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
  551. τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
  552. ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.
  553. τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω
  554. ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
  555. ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
  556. χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
  557. καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  558. Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
  559. Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
  560. δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων
  561. χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
  562. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.
  563. ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
  564. οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,
  565. Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.
  566. τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
  567. Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ
  568. χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν
  569. Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·
  570. Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.
  571. ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
  572. τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
  573. ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  574. ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,
  575. μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·
  576. Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
  577. οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
  578. ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
  579. εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι
  580. ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
  581. Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,
  582. στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
  583. χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,
  584. ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
  585. ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
  586. τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
  587. ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
  588. σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
  589. οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
  590. κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
  591. τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
  592. δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
  593. μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
  594. βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
  595. ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
  596. ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
  597. ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς
  598. ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
  599. ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·
  600. ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
  601. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  602. Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
  603. χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων
  604. ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
  605. δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
  606. οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
  607. ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
  608. σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·
  609. τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
  610. δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
  611. ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
  612. ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
  613. ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.
  614. Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα
  615. τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,
  616. ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
  617. Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·
  618. τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
  619. Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν
  620. ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον
  621. αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,
  622. οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι
  623. θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
  624. ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,
  625. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  626. ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
  627. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες
  628. ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
  629. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
  630. ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
  631. Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·
  632. ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν
  633. οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.
  634. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,
  635. Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·
  636. Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
  637. δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
  638. οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε
  639. πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
  640. οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.
  641. οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,
  642. ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.
  643. ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων
  644. ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
  645. πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.
  646. ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
  647. τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,
  648. ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,
  649. τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.
  650. σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.
  651. ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν
  652. ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.
  653. αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·
  654. ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι
  655. ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·
  656. τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
  657. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  658. Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  659. ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
  660. πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων
  661. δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,
  662. ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·
  663. αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
  664. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε
  665. εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
  666. ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·
  667. ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·
  668. ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν
  669. πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
  670. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν
  671. ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
  672. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  673. ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.
  674. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,
  675. οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
  676. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  677. Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
  678. Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
  679. ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο
  680. ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
  681. τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
  682. θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.
  683. ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
  684. δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
  685. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
  686. ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω
  687. σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
  688. δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς
  689. πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,
  690. κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν
  691. ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
  692. ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
  693. θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
  694. ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς
  695. χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,
  696. οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
  697. αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·
  698. κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
  699. αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
  700. Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
  701. δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
  702. τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,
  703. τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·
  704. ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,
  705. πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
  706. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  707. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
  708. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
  709. ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
  710. ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
  711. ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
  712. ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
  713. δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
  714. τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
  715. ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
  716. πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
  717. αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ
  718. νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
  719. οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
  720. οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.
  721. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
  722. δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
  723. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  724. ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.
  725. ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·
  726. κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
  727. κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
  728. κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
  729. δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  730. κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,
  731. ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
  732. πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
  733. καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,
  734. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
  735. μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·
  736. νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες
  737. ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
  738. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
  739. καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
  740. Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
  741. ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα
  742. χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν
  743. πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
  744. Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,
  745. στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·
  746. υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
  747. Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
  748. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
  749. ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
  750. δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
  751. ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
  752. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  753. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
  754. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,
  755. ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
  756. Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
  757. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
  758. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα
  759. ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς
  760. ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
  761. στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ
  762. πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει
  763. στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
  764. ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
  765. κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς
  766. αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ
  767. νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
  768. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς
  769. εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·
  770. κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
  771. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  772. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
  773. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
  774. ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
  775. τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,
  776. οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
  777. ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
  778. κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  779. ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
  780. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
  781. ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·
  782. ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
  783. μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.
  784. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  785. Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον
  786. μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  787. εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
  788. ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
  789. Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,
  790. οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·
  791. ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ
  792. ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
  793. ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
  794. τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
  795. Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
  796. ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
  797. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.
  798. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
  799. θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν
  800. τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.