Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
  2. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  3. μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει
  4. οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
  5. αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
  6. οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
  7. τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
  8. παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
  9. βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
  10. εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
  11. ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
  12. ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
  13. σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
  14. δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
  15. ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
  16. Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  17. αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
  18. Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
  19. ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
  20. ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,