Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
- ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
- ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
- λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
- νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
- πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
- τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
- Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
- νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
- Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
- καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
- ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
- κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
- οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
- πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
- ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
- ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
- ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
- ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
- ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
- ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
- ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
- τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
- δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
- κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
- τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
- καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
- ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
- αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
- ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
- οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
- θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
- ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
- φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
- ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
- οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
- ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
- ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
- ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
- τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
- οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
- ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
- ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
- δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
- τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
- Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
- υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
- γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
- πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
- τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
- ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
- Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
- τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
- τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
- δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
- τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
- Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
- εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης
- Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
- ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
- αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
- Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
- ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι
- γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.
- ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς
- Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς
- ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
- καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
- ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
- τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
- δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ
- γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
- δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
- Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
- καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,
- μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.
- Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
- ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος
- οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
- τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
- τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
- ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
- ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
- γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι
- χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
- ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας
- τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
- κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
- παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
- φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
- αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
- τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
- Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
- τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
- κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
- καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
- χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
- τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
- οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
- ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
- καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
- ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
- δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.
- ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
- τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
- κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
- τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
- δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
- αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
- οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
- ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
- χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
- ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
- Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
- καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
- εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
- ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
- ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις
- ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
- εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
- ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
- πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
- οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
- στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
- ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
- Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
- πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
- ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
- ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
- καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
- ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
- εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε
- Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
- δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
- ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
- κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,
- πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
- πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
- τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
- χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
- κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
- δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
- ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
- εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
- εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα
- κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
- ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
- εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας
- ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
- δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ
- ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
- δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
- Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,
- αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
- ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
- τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
- σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
- φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
- ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
- ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
- χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
- τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
- ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει
- χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
- ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
- καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
- ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
- στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
- ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
- τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
- πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
- θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
- λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
- Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
- ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
- ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
- ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
- ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
- λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
- ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
- τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
- νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
- ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
- ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
- ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
- στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
- χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
- τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
- Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
- τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
- Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
- ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
- ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
- αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
- μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
- πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
- Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
- ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
- τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
- αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
- ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
- πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
- πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
- πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
- εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
- οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
- χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
- ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
- φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
- σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
- ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
- ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
- ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
- ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
- φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
- ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
- φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
- οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
- κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
- εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
- μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ
- ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
- αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
- ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
- ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
- μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
- πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
- ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
- Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
- μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
- αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
- ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
- Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
- ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
- αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
- εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
- ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
- φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
- δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
- μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
- μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ
- φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
- ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
- πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
- πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·
- πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
- ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν
- αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
- ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς
- κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
- καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
- καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
- τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
- τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
- οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
- πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
- καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,
- οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
- λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
- ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
- φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
- ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
- κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
- πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
- ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
- οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
- Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
- πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
- ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
- ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
- ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
- παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
- μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
- μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
- καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
- αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
- Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
- ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
- ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
- ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
- αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
- παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
- ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
- ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
- σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
- ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
- ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
- γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
- ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
- ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
- χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
- τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
- θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
- ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
- οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
- ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
- τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
- ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν
- σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
- τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
- ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
- κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
- τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
- τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
- ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
- τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
- καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
- νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
- εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
- οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
- ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
- κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
- ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
- τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
- πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
- τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
- αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
- καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
- δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
- ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
- καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
- ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
- τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
- τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
- εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
- ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
- ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
- τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
- Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
- ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
- αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
- Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
- ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
- ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
- ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
- καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
- νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
- μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
- μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
- πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
- μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
- ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
- εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
- Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
- Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
- ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
- ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
- Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
- σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
- δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
- στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
- νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
- μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
- τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
- πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
- πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
- ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
- ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
- δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
- ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
- ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
- παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
- ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
- πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
- τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
- Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
- φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
- πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
- νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
- μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
- εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
- ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
- ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
- ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
- νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
- πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
- στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
- τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
- Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
- ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
- ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
- εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
- ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
- ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
- σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
- αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
- ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
- δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
- ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
- χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
- ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
- Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
- Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
- πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
- ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν
- εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
- ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
- πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
- ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
- ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
- δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
- ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
- εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
- τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
- μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
- τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
- σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
- ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
- μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
- μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
- οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
- οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
- κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
- Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
- ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
- ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
- πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
- ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
- ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
- ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
- Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
- γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
- ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
- πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
- ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
- ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
- αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
- αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
- δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
- αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
- ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
- οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
- δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
- φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
- αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
- ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
- εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
- φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
- ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
- ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
- φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
- αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
- ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
- φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
- αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
- εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
- Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
- φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
- Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
- ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
- ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
- καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
- οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
- λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
- εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
- καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
- ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
- ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
- ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
- ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
- ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
- ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
- ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
- εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
- ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
- ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
- ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
- οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
- ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
- ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
- ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
- ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
- νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
- ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
- οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
- Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
- ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
- ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
- καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
- ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
- σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
- βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
- Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
- δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
- ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
- ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
- αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
- αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
- ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
- εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
- τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
- τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
- ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
- τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
- ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
- οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
- μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
- ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
- ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
- ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
- ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
- κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
- τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
- Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
- Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
- αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
- τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
- αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
- ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
- ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
- οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
- οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
- ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
- γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
- νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
- ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
- ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
- ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
- σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
- ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
- ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
- τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
- παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
- ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
- φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
- ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
- λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
- καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
- ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
- ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
- ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
- λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
- ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
- τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
- Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
- οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
- Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
- σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
- ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
- κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
- ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
- κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
- καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
- οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
- τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
- ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα
- χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
- πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
- εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
- ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
- λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
- ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
- ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
- Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
- Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
- πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
- δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
- αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
- υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
- καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
- βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
- ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
- αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
- ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
- τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
- οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
- οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
- κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν
- ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
- κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
- ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
- αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
- τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
- ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ
- τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
- μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
- κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
- καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
- Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
- αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
- τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
- τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
- σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε
- κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
- οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
- Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
- ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
- πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,
- ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
- ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
- βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,
- σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
- ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
- πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
- Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
- ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
- νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
- ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
- νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
- αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
- μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
- Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
- ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη
- ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
- ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
- εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
- καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
- αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
- καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,
- πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
- ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,
- δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς
- ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
- Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
- μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι
- κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει
- οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
- αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
- οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
- τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
- παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
- βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
- εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
- ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
- ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
- σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
- δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
- ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
- Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
- αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
- Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
- ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
- ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
- ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς
- ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
- ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ
- τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
- οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
- τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,
- κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
- δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
- ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
- γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
- ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
- ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
- ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
- καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
- πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
- τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
- τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
- πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
- καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
- ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
- ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
- ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
- ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
- ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
- ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
- καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
- τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
- ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
- Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν
- Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
- ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
- ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
- ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
- ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
- Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
- ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
- ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
- ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
- πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
- ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
- ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
- Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
- ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
- ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
- τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
- ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
- ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
- ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
- ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
- εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
- τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
- πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
- ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
- οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·
- ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
- πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
- εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
- ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
- λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
- οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
- μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
- ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
- καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
- ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
- τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
- ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
- ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
- Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
- οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
- Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
- οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
- οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
- προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
- ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
- οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
- ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
- στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
- ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
- Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
- ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
- ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
- τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
- γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
- νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
- ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
- τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
- λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
- αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
- ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
- νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
- ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
- νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
- νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
- ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
- τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
- μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
- στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
- ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
- μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
- οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
- δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
- ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
- νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
- ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
- οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
- ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
- ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
- ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
- αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
- παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
- αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
- οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
- ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
- κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
- καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
- ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
- ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
- ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
- Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
- ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
- ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
- ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
- ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
- οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
- ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
- εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
- χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
- καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
- σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
- τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
- ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
- στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
- Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
- ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
- Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
- ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
- Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
- ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
- νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
- οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
- Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
- πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
- μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
- ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
- ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
- τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
- οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
- ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
- ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
- ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
- ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
- ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
- καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
- τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
- χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
- οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
- ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
- ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
- πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
- εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
- τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
- καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
- φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι
- λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
- τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
- ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
- οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
- ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
- ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
- Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
- σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
- νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
- ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
- ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
- τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
- λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
- μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
- ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
- δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
- σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
- Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
- μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
- αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
- ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
- ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
- οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα
- στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
- οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
- Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ
- ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
- ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
- τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
- ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
- πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
- φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
- ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
- ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
- ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
- ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
- ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
- τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
- τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
- Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
- ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
- καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
- αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
- οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
- Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
- Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
- ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
- τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
- στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
- ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
- εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
- ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
- ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
- ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
- Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
- ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
- εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
- αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
- νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
- νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
- ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
- ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
- ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
- ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
- ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
- ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
- ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
- μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
- τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
- κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
- κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
- δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
- ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
- τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
- τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
- ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
- κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
- τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
- Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
- λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
- ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
- πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
- ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
- σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
- ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
- λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
- ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
- γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
- Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
- Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
- τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
- τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
- ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
- Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
- τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
- μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
- ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
- Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
- τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
- σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
- εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
- Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
- δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
- ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
- ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
- Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
- ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
- ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
- δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
- κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
- ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
- Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
- νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
- χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
- κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
- τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
- ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
- δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
- αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
- στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
- πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
- αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
- δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
- μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
- καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
- ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
- ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
- ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
- παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
- αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
- ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
- ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
- ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
- τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
- ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
- τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
- ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
- κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
- ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
- ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
- ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
- αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
- ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
- ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
- Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
- ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
- αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
- ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
- δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
- νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
- ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
- χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
- ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
- ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
- ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
- αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
- ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
- ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
- πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
- δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
- ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
- τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
- χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
- τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
- χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
- ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
- δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
- Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
- μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
- αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
- εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
- εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
- νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
- Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
- οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
- νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
- αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
- γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
- λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
- ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
- οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
- ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
- ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
- ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ
- ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
- οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
- Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
- ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
- Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
- μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
- ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
- Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
- αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
- ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
- ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
- οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
- μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
- δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
- δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
- τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
- χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
- χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
- πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
- Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
- δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
- Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
- ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
- πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
- ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
- χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
- κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
- μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
- πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
- σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·
- πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
- εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
- πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
- αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
- εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
- σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
- οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
- αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
- ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
- Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
- αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
- οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
- οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
- πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
- κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
- ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
- ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
- ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς
- νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
- ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
- θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
- ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
- Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
- κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
- ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
- εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
- νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
- Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
- ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
- πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα
- καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
- εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
- οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
- θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
- τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
- οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
- ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
- καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις
- νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
- οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
- βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
- ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
- καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
- ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
- μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
- ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
- εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
- ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
- ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
- νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
- ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
- ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
- ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
- χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας
- καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
- πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
- ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
- ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
- ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
- οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
- ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
- χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
- ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
- ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
- παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
- ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
- καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
- ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
- μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
- ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
- οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
- πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει
- Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
- οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
- σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
- πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
- ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
- αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
- τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
- πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
- ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
- ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
- πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
- Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
- κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς
- φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
- αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
- ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
- αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
- χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον
- ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
- ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
- πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
- μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
- θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
- κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
- ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
- οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς
- κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
- στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
- τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
- ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
- Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
- κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
- σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,
- πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν
- ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
- ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
- νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
- Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
- ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
- θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
- καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
- εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·
- Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
- πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
- νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
- ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα
- κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
- αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
- κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,
- ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
- ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
- πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
- πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων
- δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
- ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
- ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
- πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους
- ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
- ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
- καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
- δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
- χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
- ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
- ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
- χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
- πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
- δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
- τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι
- δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
- ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,
- ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
- ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
- ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
- τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
- οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
- ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο
- σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
- οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·
- ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
- στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι
- Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·
- πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
- ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
- ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις
- ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.
- οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
- εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη
- βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι
- πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
- ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
- οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα
- Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας
- ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
- ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
- ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,
- ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
- Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο
- ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
- αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
- πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,
- ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.
- παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον
- φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
- χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
- οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
- ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
- ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
- νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
- ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
- ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
- ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
- ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
- τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
- οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
- Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.
- Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
- κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·
- οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·
- τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
- ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·
- Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
- πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ
- πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
- ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
- εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·
- ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν
- ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
- καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
- θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.
- τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
- ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
- εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο
- δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
- ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
- πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
- ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·
- κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
- ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,
- ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·
- τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
- ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
- χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς
- αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
- νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε
- ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,
- ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.
- ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα
- θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
- καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον
- τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
- ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·
- αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
- καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·
- τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,
- πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
- στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
- ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.
- εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
- ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
- ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
- ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς
- πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.
- ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
- τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
- ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
- χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
- τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
- χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.
- ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν
- ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
- ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.
- ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
- Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
- τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
- ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα
- Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
- τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
- διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
- Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
- τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος
- δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
- ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
- Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·
- τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
- Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,
- Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
- τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
- ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς
- μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
- Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν
- Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
- παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
- οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
- βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.
- τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
- πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
- ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
- παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
- μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·
- μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
- νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
- μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
- ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
- ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
- ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
- ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
- αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
- ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
- ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
- σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.
- ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης
- ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
- λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
- ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς
- ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
- ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
- καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
- τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
- αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
- ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
- κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
- ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
- ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
- κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,
- μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·
- χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ
- ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
- εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
- οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,
- οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
- Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,
- ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.
- ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
- ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.
- Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.
- ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
- πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
- Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·
- τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
- τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε
- Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.
- στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς
- τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν
- ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
- ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
- οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,
- πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν
- ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο
- νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
- ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
- χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
- ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
- ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες
- ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
- νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
- ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.
- ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
- ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
- φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα
- αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
- τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
- Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·
- αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
- πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω
- θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
- καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,
- εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
- ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
- τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
- οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
- οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
- οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων
- Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,
- δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·
- ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,
- ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι
- ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
- αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
- ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
- θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
- δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
- Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
- πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
- ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.
- τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
- Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
- ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
- ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
- Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
- νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·
- ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
- καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
- Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;
- ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
- οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
- ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
- αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
- ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
- ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
- στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
- ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
- μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα
- στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
- ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
- ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
- τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
- Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
- ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
- Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
- Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·
- στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·
- μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
- ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
- κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
- ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
- ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
- τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω
- Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
- μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
- δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ
- ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
- τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
- Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
- ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
- ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
- ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
- μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.
- φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
- ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
- ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
- μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
- Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
- ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
- πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·
- ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
- τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
- ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,
- ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
- λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
- στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
- ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
- ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ
- ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
- ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
- νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
- Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
- ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
- εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
- ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,
- αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
- ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
- εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
- Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει
- Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
- τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
- Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν
- ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
- οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,
- οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
- ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
- λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
- ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
- Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.
- τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
- δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
- δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,
- ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
- ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
- ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
- χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
- καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,
- εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
- μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
- Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
- καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
- ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
- ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
- ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
- ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
- ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
- μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι
- ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
- αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
- ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
- ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ
- γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
- ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
- στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς
- ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
- αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
- κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν
- ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,
- δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
- καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
- τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
- κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·
- ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
- ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
- ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
- τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
- οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
- χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·
- τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
- λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
- ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ
- ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
- εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
- τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
- αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
- λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
- βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
- ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
- υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
- ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
- τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
- στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·
- λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
- ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
- δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
- καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
- εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
- Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·
- ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
- τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
- τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω
- αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν
- εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
- εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
- ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς
- καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
- τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
- ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.
- τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω
- ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
- ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
- χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
- καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
- Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
- Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
- δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων
- χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
- ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.
- ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
- οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,
- Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.
- τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
- Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ
- χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν
- Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·
- Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.
- ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
- τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
- ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,
- μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·
- Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
- οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
- ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
- εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι
- ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
- Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,
- στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
- χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,
- ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
- ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
- τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
- ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
- σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
- οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
- κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
- τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
- δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
- μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
- βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
- ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
- ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
- ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς
- ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
- ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·
- ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
- χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων
- ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
- δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
- οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
- ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
- σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·
- τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
- δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
- ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
- ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
- ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.
- Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα
- τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,
- ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
- Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·
- τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
- Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν
- ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον
- αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,
- οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι
- θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
- ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
- οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες
- ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
- εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
- ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
- Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·
- ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν
- οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.
- πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,
- Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·
- Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
- δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
- οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε
- πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
- οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.
- οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,
- ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.
- ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων
- ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
- πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.
- ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
- τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,
- ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,
- τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.
- σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.
- ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν
- ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.
- αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·
- ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι
- ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·
- τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
- στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
- ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
- πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων
- δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,
- ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·
- αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
- ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε
- εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
- ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·
- ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·
- ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν
- πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
- ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν
- ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
- ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.
- κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,
- οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
- Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
- ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο
- ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
- τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
- θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.
- ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
- δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
- τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
- ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω
- σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
- δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς
- πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,
- κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν
- ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
- ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
- θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
- ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς
- χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,
- οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
- αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·
- κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
- αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
- Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
- δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
- τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,
- τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·
- ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,
- πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
- στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
- ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
- ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
- ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
- ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
- ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
- δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
- τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
- ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
- πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
- αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ
- νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
- οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
- οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.
- ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
- δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.
- ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·
- κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
- κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
- κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
- δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
- κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,
- ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
- πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
- καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,
- εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
- μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·
- νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες
- ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
- καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
- Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
- ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα
- χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν
- πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
- Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,
- στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·
- υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
- Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
- καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
- ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
- δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
- ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
- στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
- ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,
- ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
- Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
- στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
- τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα
- ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς
- ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
- στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ
- πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει
- στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
- ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
- κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς
- αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ
- νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
- ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς
- εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·
- κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
- ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
- γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
- ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
- ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
- τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,
- οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
- ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
- κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
- ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
- στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
- ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·
- ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
- μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
- Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον
- μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
- ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
- Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,
- οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·
- ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ
- ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
- ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
- τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
- Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
- ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
- ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.
- αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
- θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν
- τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
- στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
- τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
- ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
- ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
- ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
- τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
- καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·
- τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·
- καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
- ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
- ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
- οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
- ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
- δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.
- ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
- ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
- νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
- Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
- αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
- καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ
- παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.
- αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
- σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.
- αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον
- ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·
- ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
- τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
- στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
- ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
- εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,
- ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
- χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
- ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.
- ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,
- ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
- ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
- ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,
- ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.
- δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·
- τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας
- χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
- ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
- ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
- ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
- τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.
- ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο
- νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
- αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,
- κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,
- ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο
- τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν
- λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει
- τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,
- πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·
- ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,
- ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.
- ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
- ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
- κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
- Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν
- ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι
- ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
- ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·
- αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·
- ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
- ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
- μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.
- σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
- τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
- αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
- ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
- ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·
- τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
- ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ
- πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις
- ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
- αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
- ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ
- κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
- ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
- Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
- αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
- κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
- θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·
- ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
- ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
- τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
- Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
- ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
- ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
- ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
- εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως
- Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.
- λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
- ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
- ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
- κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
- ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα
- Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
- ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
- ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
- τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
- ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε
- ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς
- δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς
- φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.
- ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
- Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
- τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
- αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν
- ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων
- πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων
- καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε
- χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
- ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
- τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
- κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
- ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ
- οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,
- ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
- καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
- ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
- τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
- ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
- καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
- σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν
- Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;
- τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
- ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
- καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
- ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
- ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,
- ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
- γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,
- ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
- εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
- ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
- γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.
- μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
- ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·
- ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
- τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
- αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
- ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο
- ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.
- μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·
- κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
- τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·
- εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
- εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
- Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
- αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
- θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
- Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.
- πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
- δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·
- οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ
- φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·
- ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
- οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
- λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
- ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,
- λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ
- μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
- ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
- ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς
- δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.
- ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
- μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
- ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
- ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
- ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
- ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.
- εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι
- εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς
- κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
- φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
- τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
- μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
- εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
- ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων
- κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
- βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
- ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
- ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
- εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες
- εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
- ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.
- Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
- καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.
- τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
- πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·
- ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.
- ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
- Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·
- κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·
- αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω
- αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
- αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·
- σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
- ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
- Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,
- αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.
- αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
- λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
- δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,
- ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε
- εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
- ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·
- τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
- ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
- σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
- οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
- μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
- ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
- ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·
- σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων
- ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
- Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.
- ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
- εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.
- ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
- πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.
- Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·
- βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο
- ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
- λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
- δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
- οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
- κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι
- ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
- νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
- μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·
- τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,
- ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
- αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
- οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
- οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,
- ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
- ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
- ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.
- παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
- δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς
- ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ
- κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
- τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
- θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο
- τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
- χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
- στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
- τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·
- θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·
- οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω
- ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,
- ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
- λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,
- δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
- οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
- κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι
- ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
- νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
- μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
- τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,
- ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
- αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
- οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
- οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,
- ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
- αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
- ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.
- αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα
- κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·
- ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
- δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
- λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
- δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
- αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
- κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
- ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
- ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ
- ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;
- πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
- ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
- υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
- εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
- ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,
- οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
- ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ
- γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,
- ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
- ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
- ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο
- παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
- ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
- ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.
- τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
- μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ
- ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
- εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,
- ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
- ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
- νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
- εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα
- τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
- βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
- ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
- ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·
- ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
- δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
- τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.
- χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
- ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
- ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
- ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ
- φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ
- λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας
- αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·
- ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
- οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;
- ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε
- παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
- ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
- κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
- πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
- ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.
- ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω
- σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα
- νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον
- Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
- Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
- ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·
- σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες
- Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
- ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
- Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,
- Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
- Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει
- ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
- τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται
- ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
- ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
- οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
- ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
- ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
- καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,
- κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
- πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
- ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
- καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
- πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
- τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα
- ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.
- ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης
- νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,
- ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
- τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
- ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
- αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
- τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
- κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·
- ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ
- οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
- χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·
- στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι
- ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
- ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
- ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι
- Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
- αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
- φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
- δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
- τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
- εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
- οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην
- νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
- ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.
- ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.
- ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς
- χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
- χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.
- νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
- εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
- οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·
- Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
- δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,
- πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
- φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
- δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
- τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς
- αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
- μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.
- ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
- ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,
- τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
- δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες
- γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
- σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
- ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
- πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
- τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
- ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
- καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο
- πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
- οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,
- οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
- παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν
- ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,
- αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
- Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
- ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,
- βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
- ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ
- τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
- αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
- ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
- ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
- εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
- ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
- τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
- αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
- βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
- πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
- οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
- στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
- ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
- τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
- Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·
- φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.
- ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.