Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
  2. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
  3. αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
  4. ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
  5. κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
  6. ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
  7. αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον
  8. Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
  9. οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
  10. καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
  11. δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
  12. θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
  13. τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
  14. νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
  15. χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
  16. ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,
  17. γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
  18. κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
  19. Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
  20. ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη