Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
- Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
- ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
- Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
- Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
- χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
- ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
- Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
- Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
- εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
- τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
- ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
- Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
- δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα
- τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
- αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
- ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
- στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
- ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
- αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
- ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
- ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
- ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
- σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
- δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
- ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
- γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
- πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
- καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
- ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
- δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
- γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
- οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
- σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
- τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
- ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
- ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
- ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
- Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
- Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
- Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
- ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
- ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
- ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
- Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
- Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
- αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
- Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
- ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
- υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
- τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
- Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
- ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
- Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
- τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
- Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
- ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
- οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος
- στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
- ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
- πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
- εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
- ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
- ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν
- ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
- τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
- αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
- καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει
- πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
- ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
- νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
- εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
- ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
- ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
- ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
- λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
- ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
- οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
- ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
- ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
- φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
- ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
- Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
- ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
- ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
- αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
- παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
- δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
- ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
- Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
- πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
- τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
- σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
- γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
- εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
- δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
- ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
- Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
- οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
- ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
- ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
- ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
- εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
- ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
- αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται
- φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
- ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
- ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
- ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
- τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
- ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
- ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
- ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
- ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
- ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
- οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
- ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
- ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
- βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
- ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
- τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
- ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
- ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
- ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
- Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
- Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
- νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
- πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
- Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
- σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
- ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
- ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
- δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας
- γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
- οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
- μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
- γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
- ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
- ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
- ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
- Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
- ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
- ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
- τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,
- οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
- εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
- ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
- καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
- αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
- ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
- ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
- σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
- καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
- ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
- πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
- ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
- ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
- ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ
- βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
- ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,
- πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
- τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
- Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
- ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
- ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
- ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
- πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
- ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
- φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
- μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
- αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
- εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
- τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
- σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν
- ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
- εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
- ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
- Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
- κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
- ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
- ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
- Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,
- ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
- τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
- θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
- τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
- ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
- αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
- αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
- ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
- ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
- Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
- Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
- Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
- ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
- τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
- κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
- Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·
- Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
- Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
- Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·
- αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
- ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
- Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
- ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
- ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
- ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
- ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
- πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
- στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
- παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
- ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
- ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
- νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
- αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
- νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
- πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
- ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
- πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
- γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
- ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
- σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
- Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
- ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
- ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
- νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
- ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
- ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
- οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
- ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
- ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
- ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
- τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
- τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
- δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
- ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
- λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
- Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
- Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
- δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
- ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους
- ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν
- ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
- ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
- ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
- σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
- Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
- οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
- ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
- ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
- τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
- αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
- ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
- ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
- πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
- νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
- ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
- μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ
- δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
- ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
- μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
- τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,
- ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
- Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
- οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
- ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
- νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
- καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
- ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
- Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
- Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
- ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
- πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
- μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
- μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
- καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
- βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
- ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
- αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν
- Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον
- ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
- καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
- Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
- πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
- Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
- ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
- ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
- τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει
- ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
- ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
- ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
- μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
- αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
- θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
- οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
- ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.
- αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν
- θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
- ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
- λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
- ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
- ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
- ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
- ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
- ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
- τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
- ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
- μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
- ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
- ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
- τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
- οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη
- τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
- ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
- καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,
- ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω
- Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
- ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
- κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·
- Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
- καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
- ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
- οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
- ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
- τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
- εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.
- ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν
- Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.
- καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
- Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
- ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
- μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
- ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
- ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
- σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα
- ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
- ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
- Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
- τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς
- μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,
- δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
- κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
- ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ
- Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
- Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
- ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
- τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
- πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα
- ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
- νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
- οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς
- αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
- ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
- Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
- πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
- αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
- ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
- κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
- ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
- αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον
- Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
- οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
- καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
- δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
- θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
- τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
- νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
- χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
- ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,
- γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
- κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
- Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
- ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
- κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
- δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ
- ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
- ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
- ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,
- ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν
- ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
- ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
- ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
- τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
- Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
- ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
- ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
- οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
- ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
- αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
- δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
- πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
- ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,
- αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
- ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
- σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων
- ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
- τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
- ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
- ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
- δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
- ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
- ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,
- ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
- ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
- εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
- νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
- ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·
- ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,
- Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
- κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
- οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
- αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
- ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
- τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
- Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
- εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
- μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
- νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
- οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,
- ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων
- ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
- ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ
- κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
- θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς
- δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο
- αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον
- μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
- πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
- ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
- Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες
- ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
- αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς
- πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας
- τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
- σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
- αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν
- Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
- τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,
- ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα
- ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
- νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
- ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ
- οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
- πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
- ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
- κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
- ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
- τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
- ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,
- ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
- στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
- νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
- ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
- αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι
- Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
- ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
- Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
- ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
- πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
- ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·
- τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη
- πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
- ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
- ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,
- ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
- ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
- ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
- φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ
- ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·
- ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
- πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
- αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ
- κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος
- φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
- τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
- ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
- ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
- φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
- δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
- ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
- πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
- ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
- ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
- τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
- δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
- τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
- δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
- αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
- ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
- ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς
- ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
- ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ
- τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·
- τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
- καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
- νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·
- κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν
- Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·
- ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
- ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
- ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις
- χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
- πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
- τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
- γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,
- ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς
- φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
- ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
- αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
- οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
- Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
- πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
- ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
- γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
- ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
- γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
- ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
- γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ
- ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
- ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
- οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
- κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
- ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
- αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
- τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
- ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
- πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
- ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
- καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
- Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
- νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν
- ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα
- πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
- μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
- ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
- γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
- Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
- Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
- τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
- τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
- ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
- ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
- νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
- σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
- μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
- ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
- ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
- λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
- νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
- πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
- τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
- Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
- νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
- Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
- καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
- ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
- κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
- οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
- πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
- ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
- ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
- ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
- ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
- ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
- ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
- ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
- τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
- δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
- κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
- τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
- καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
- ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
- αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
- ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
- οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
- θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
- ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
- φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
- ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
- οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
- ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
- ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
- ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
- τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
- οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
- ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
- ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
- δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
- τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
- Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
- υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
- γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
- πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
- τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
- ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
- Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
- τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
- τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
- δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
- τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
- Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
- εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης
- Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
- ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
- αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
- Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
- ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι
- γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.
- ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς
- Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς
- ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
- καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
- ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
- τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
- δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ
- γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
- δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
- Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
- καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,
- μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.
- Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
- ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος
- οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
- τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
- τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
- ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
- ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
- γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι
- χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
- ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας
- τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
- κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
- παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
- φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
- αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
- τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
- Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
- τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
- κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
- καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
- χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
- τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
- οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
- ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
- καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
- ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
- δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.
- ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
- τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
- κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
- τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
- δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
- αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
- οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
- ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
- χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
- ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
- Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
- καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
- εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
- ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
- ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις
- ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
- εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
- ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
- πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
- οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
- στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
- ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
- Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
- πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
- ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
- ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
- καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
- ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
- εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε
- Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
- δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
- ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
- κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,
- πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
- πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
- τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
- χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
- κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
- δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
- ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
- εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
- εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα
- κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
- ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
- εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας
- ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
- δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ
- ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
- δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
- Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,
- αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
- ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
- τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
- σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
- φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
- ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
- ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
- χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
- τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
- ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει
- χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
- ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
- καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
- ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
- στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
- ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
- τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
- πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
- θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
- λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
- Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
- ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
- ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
- ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
- ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
- λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
- ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
- τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
- νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
- ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
- ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
- ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
- στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
- χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
- τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
- Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
- τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
- Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
- ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
- ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
- αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
- μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
- πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
- Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
- ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
- τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
- αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
- ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
- πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
- πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
- πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
- εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
- οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
- χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
- ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
- φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
- σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
- ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
- ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
- ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
- ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
- φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
- ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
- φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
- οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
- κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
- εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
- μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ
- ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
- αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
- ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
- ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
- μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
- πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
- ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
- Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
- μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
- αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
- ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
- Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
- ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
- αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
- εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
- ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
- φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
- δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
- μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
- μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ
- φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
- ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
- πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
- πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·
- πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
- ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν
- αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
- ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς
- κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
- καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
- καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
- τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
- τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
- οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
- πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
- καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,
- οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
- λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
- ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
- φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
- ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
- κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
- πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
- ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
- οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
- Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
- πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
- ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
- ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
- ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
- παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
- μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
- μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
- καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
- αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
- Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
- ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
- ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
- ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
- αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
- παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
- ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
- ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
- σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
- ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
- ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
- γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
- ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
- ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
- χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
- τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
- θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
- ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
- οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
- ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
- τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
- ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν
- σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
- τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
- ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
- κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
- τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
- τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
- ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
- τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
- καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
- νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
- εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
- οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
- ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
- κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
- ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
- τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
- πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
- τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
- αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
- καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
- δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
- ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
- καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
- ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
- τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
- τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
- εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
- ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
- ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
- τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
- Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
- ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
- αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
- Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
- ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
- ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
- ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
- καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
- νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
- μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
- μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
- πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
- μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
- ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
- εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
- Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
- Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
- ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
- ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
- Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
- σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
- δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
- στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
- νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
- μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
- τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
- πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
- πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
- ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
- ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
- δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
- ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
- ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
- παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
- ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
- πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
- τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
- Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
- φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
- πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
- νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
- μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
- εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
- ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
- ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
- ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
- νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
- πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
- στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
- τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
- Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
- ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
- ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
- εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
- ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
- ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
- σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
- αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
- ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
- δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
- ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
- χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
- ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
- Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
- Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
- πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
- ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν
- εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
- ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
- πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
- ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
- ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
- δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
- ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
- εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
- τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
- μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
- τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
- σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
- ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
- μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
- μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
- οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
- οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
- κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
- Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
- ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
- ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
- πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
- ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
- ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
- ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
- Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
- γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
- ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
- πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
- ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
- ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
- αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
- αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
- δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
- αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
- ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
- οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
- δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
- φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
- αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
- ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
- εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
- φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
- ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
- ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
- φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
- αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
- ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
- φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
- αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
- εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
- Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
- φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
- Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
- ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
- ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
- καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
- οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
- λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
- εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
- καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
- ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
- ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
- ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
- ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
- ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
- ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
- ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
- εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
- ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
- ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
- ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
- οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
- ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
- ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
- ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
- ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
- νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
- ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
- οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
- Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
- ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
- ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
- καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
- ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
- σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
- βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
- Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
- δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
- ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
- ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
- αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
- αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
- ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
- εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
- τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
- τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
- ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
- τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
- ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
- οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
- μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
- ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
- ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
- ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
- ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
- κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
- τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
- Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
- Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
- αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
- τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
- αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
- ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
- ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
- οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
- οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
- ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
- γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
- νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
- ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
- ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
- ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
- σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
- ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
- ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
- τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
- παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
- ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
- φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
- ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
- λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
- καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
- ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
- ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
- ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
- λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
- ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
- τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
- Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
- οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
- Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
- σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
- ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
- κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
- ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
- κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
- καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
- οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
- τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
- ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα
- χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
- πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
- εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
- ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
- λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
- ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
- ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
- Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
- Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
- πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
- δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
- αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
- υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
- καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
- βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
- ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
- αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
- ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
- τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
- οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
- οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
- κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν
- ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
- κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
- ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
- αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
- τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
- ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ
- τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
- μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
- κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
- καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
- Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
- αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
- τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
- τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
- σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε
- κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
- οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
- Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
- ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
- πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,
- ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
- ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
- βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,
- σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
- ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
- πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
- Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
- ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
- νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
- ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
- νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
- αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
- μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
- Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
- ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη
- ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
- ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
- εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
- καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
- αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
- καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,
- πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
- ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,
- δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς
- ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
- Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
- μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι
- κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει
- οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
- αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
- οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
- τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
- παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
- βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
- εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
- ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
- ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
- σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
- δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
- ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
- Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
- αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
- Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
- ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
- ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
- ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς
- ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
- ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ
- τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
- οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
- τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,
- κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
- δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
- ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
- γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
- ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
- ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
- ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
- καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
- πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
- τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
- τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
- πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
- καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
- ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
- ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
- ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
- ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
- ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
- ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
- καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
- τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
- ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
- Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν
- Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
- ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
- ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
- ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
- ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
- Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
- ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
- ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
- ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
- πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
- ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
- ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
- Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
- ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
- ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
- τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
- ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
- ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
- ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
- ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
- εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
- τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
- πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
- ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
- οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·
- ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
- πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
- εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
- ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
- λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
- οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
- μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
- ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
- καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
- ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
- τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
- ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
- ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
- Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
- οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
- Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
- οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
- οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
- προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
- ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
- οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
- ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
- στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
- ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
- Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
- ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
- ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
- τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
- γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
- νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
- ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
- τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
- λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
- αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
- ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
- νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
- ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
- νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
- νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
- ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
- τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
- μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
- στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
- ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
- μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
- οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
- δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
- ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
- νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
- ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
- οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
- ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
- ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
- ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
- αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
- παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
- αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
- οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
- ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
- κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
- καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
- ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
- ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
- ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
- Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
- ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
- ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
- ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
- ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
- οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
- ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
- εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
- χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
- καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
- σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
- τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
- ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
- στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
- Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
- ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
- Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
- ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
- Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
- ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
- νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
- οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
- Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
- πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
- μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
- ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
- ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
- τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
- οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
- ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
- ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
- ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
- ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
- ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
- καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
- τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
- χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
- οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
- ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
- ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
- πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
- εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
- τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
- καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
- φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι
- λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
- τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
- ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
- οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
- ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
- ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
- Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
- σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
- νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
- ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
- ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
- τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
- λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
- μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
- ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
- δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
- σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
- Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
- μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
- αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
- ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
- ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
- οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα
- στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
- οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
- Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ
- ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
- ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
- τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
- ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
- πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
- φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
- ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
- ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
- ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
- ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
- ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
- τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
- τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
- Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
- ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
- καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
- αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
- οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
- Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
- Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
- ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
- τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
- στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
- ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
- εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
- ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
- ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
- ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
- Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
- ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
- εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
- αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
- νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
- νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
- ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
- ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
- ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
- ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
- ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
- ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
- ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
- μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
- τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
- κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
- κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
- δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
- ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
- τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
- τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
- ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
- κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
- τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
- Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
- λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
- ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
- πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
- ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
- σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
- ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
- λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
- ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
- γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
- Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
- Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
- τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
- τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
- ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
- Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
- τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
- μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
- ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
- Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
- τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
- σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
- εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
- Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
- δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
- ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
- ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
- Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
- ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
- ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
- δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
- κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
- ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
- Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
- νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
- χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
- κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
- τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
- ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
- δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
- αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
- στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
- πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
- αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
- δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
- μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
- καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
- ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
- ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
- ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
- παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
- αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
- ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
- ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
- ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
- τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
- ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
- τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
- ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
- κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
- ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
- ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
- ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
- αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
- ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
- ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
- Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
- ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
- αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
- ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
- δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
- νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
- ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
- χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
- ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
- ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
- ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
- αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
- ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
- ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
- πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
- δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
- ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
- τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
- χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
- τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
- χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
- ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
- δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
- Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
- μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
- αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
- εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
- εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
- νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
- Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
- οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
- νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
- αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
- γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
- λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
- ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
- οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
- ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
- ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
- ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ
- ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
- οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
- Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
- ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
- Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
- μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
- ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
- Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
- αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
- ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
- ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
- οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
- μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
- δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
- δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
- τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
- χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
- χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
- πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
- Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
- δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
- Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
- ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
- πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
- ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
- χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
- κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
- μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
- πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
- σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·
- πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
- εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
- πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
- αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
- εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
- σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
- οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
- αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
- ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
- Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
- αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
- οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
- οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
- πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
- κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
- ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
- ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
- ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς
- νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
- ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
- θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
- ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
- Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
- κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
- ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
- εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
- νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
- Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
- ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
- πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα
- καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
- εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
- οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
- θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
- τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
- οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
- ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
- καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις
- νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
- οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
- βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
- ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
- καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
- ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
- μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
- ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
- εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
- ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
- ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
- νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
- ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
- ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
- ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
- χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας
- καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
- πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
- ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
- ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
- ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
- οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
- ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
- χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
- ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
- ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
- παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
- ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
- καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
- ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
- μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
- ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
- οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
- πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει
- Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
- οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
- σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
- πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
- ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
- αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
- τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
- πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ