Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
- Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
- Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
- Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
- οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
- Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
- οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
- ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
- Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
- Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
- οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
- καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
- τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
- υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
- ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
- στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
- πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
- οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
- καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
- τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
- Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
- αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
- Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
- τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
- τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
- υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
- αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
- ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
- Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
- υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
- αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
- τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
- Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
- Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
- ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
- οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
- ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
- Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
- αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
- τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
- Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
- ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
- ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
- ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
- Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
- τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
- Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
- υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
- οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
- Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
- οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
- Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
- τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
- Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
- ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
- νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
- ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
- ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
- Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
- τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
- αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
- Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
- ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
- αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
- κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
- ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
- ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
- οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
- ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
- εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
- ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
- τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
- ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
- ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
- παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
- καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
- πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
- τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
- ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
- ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
- εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
- πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
- σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
- ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
- ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
- τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
- ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
- ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
- οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
- ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
- ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
- δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
- τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
- Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
- αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
- καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
- ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
- ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
- φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
- εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
- ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
- πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
- μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες
- ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
- πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
- δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
- οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
- γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
- οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης
- ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
- ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
- λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
- τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
- Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
- αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
- ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ
- νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
- ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
- μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
- οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
- ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
- νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
- ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
- αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
- συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
- ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
- κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
- ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
- Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
- καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
- μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
- τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
- ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
- αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
- στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
- ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο
- ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
- κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
- μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
- ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
- τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
- οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
- ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
- κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
- τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
- κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
- θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
- Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
- εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
- ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
- τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
- οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
- Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
- ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
- αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
- μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
- αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
- οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
- λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
- ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
- καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
- τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
- πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
- Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
- καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
- αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
- νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
- οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
- Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
- εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
- τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
- Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
- τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
- δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
- ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
- οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
- ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
- αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
- μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
- τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
- ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
- ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
- αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
- ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
- οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,
- Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
- αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
- οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
- Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος
- Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
- ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
- γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ
- ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην
- δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
- τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
- οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
- ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·
- οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
- τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
- αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
- ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,
- μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
- ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·
- δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
- ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
- οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
- οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·
- ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς
- ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
- ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
- καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
- οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.
- τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
- αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·
- ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
- υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
- παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
- ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
- τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·
- οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
- ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·
- δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.
- ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·
- ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
- ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
- ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
- ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
- λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
- οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·
- καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
- ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
- ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.
- δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·
- εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·
- μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
- εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
- τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
- ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
- ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
- τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
- οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
- ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
- εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
- τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
- ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
- ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς
- σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
- τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
- ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
- ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
- στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
- ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
- ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
- ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
- παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
- οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
- ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
- στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
- σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
- ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·
- φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.
- ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
- καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
- οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·
- οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.
- τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·
- τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
- ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
- τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
- οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
- Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
- ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
- πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
- οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
- νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
- οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·
- δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
- Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
- αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
- ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
- ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,
- νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
- αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.
- ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα
- ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
- κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
- ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
- ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
- κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
- ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
- ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
- ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·
- αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
- μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·
- τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
- ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
- Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
- ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους
- ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.
- ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
- πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
- τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.
- ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
- ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
- ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
- ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
- ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
- ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
- μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
- ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,
- ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
- κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
- τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
- Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
- Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,
- καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
- ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
- ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·
- εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
- αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
- ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
- εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
- Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,
- τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
- ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
- εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
- τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
- αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
- αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
- ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·
- καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
- θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
- οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
- ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
- ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
- Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
- ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
- ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
- αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.
- ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
- τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·
- κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·
- ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
- ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
- μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
- Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
- ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
- ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
- ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
- πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
- τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
- Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
- χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
- κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
- ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
- λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
- ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
- Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
- ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,
- τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
- ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
- ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
- ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
- οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
- ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·
- αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
- δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
- κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
- καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
- οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
- χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
- κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
- ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
- εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
- ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.
- οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
- ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
- δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας
- Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
- καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
- σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
- πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,
- οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
- ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
- Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
- Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε
- δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
- ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
- ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
- ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·
- διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
- ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
- ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
- πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
- Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
- ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
- νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
- ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.
- ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
- ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·
- ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
- ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
- καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
- ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·
- κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.
- τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς
- ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·
- αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
- ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη
- ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
- κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
- αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε
- πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
- χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
- γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
- εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
- ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
- τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
- δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
- κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
- κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
- ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
- ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
- ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
- καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
- στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
- θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
- ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
- ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
- εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
- οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
- νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,
- τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
- ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
- μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
- ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
- εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
- κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
- κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω
- πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
- τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
- μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
- τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,
- μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ