Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
  2. Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
  3. οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
  4. οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
  5. οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
  6. Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
  7. οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
  8. Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
  9. τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
  10. κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
  11. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
  12. τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
  13. οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
  14. παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
  15. Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
  16. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  17. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
  18. υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
  19. οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
  20. Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,