Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
  2. εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
  3. ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
  4. τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
  5. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
  6. πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
  7. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  8. βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
  9. ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
  10. πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
  11. θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς