εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνειδίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆςἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖαπρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθιὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνωνοἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰςμή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθωπιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆαἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.