σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιοχωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκονμή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντααὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντοςχειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτοἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος ἝκτωρἈργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼνχθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες