Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
  2. πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
  3. τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
  4. ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε
  5. λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
  6. μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
  7. ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
  8. αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
  9. μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
  10. πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
  11. χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι
  12. τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
  13. σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι
  14. ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς
  15. ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
  16. τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
  17. ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες