Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
  2. βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
  3. δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.
  4. ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
  5. καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,
  6. ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
  7. ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε
  8. κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,
  9. τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
  10. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
  11. πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
  12. τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
  13. ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε
  14. λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
  15. μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
  16. ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
  17. αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
  18. μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
  19. πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
  20. χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι