Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,
  • μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
  • εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
  • αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·
  • Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
  • ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  • ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι