Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
  2. ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε
  3. Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
  4. ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ
  5. βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·
  6. ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
  7. ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
  8. ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.
  9. ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
  10. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
  11. ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς
  12. σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη
  13. πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
  14. ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
  15. νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
  16. ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν
  17. ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
  18. ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.
  19. ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
  20. ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·