Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  2. αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
  3. πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
  4. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
  5. χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,
  6. καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι
  7. παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·