Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ
- αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
- τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·
- Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
- ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
- εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
- ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
- ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
- δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
- ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας
- καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
- Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,
- αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
- Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
- ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο
- ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
- τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
- σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
- τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
- τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
- αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.
- τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
- ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
- αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους
- νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι
- αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ
- ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
- αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
- Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
- ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
- Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
- πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
- νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν
- Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
- ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
- Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
- ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι
- ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
- νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
- τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
- Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.
- ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
- ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
- ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
- νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
- ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
- κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
- ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
- ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
- νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.
- Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
- πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
- οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
- ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
- καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην
- εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,
- οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·
- τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
- Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,
- Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ
- κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
- ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
- κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
- ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
- θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
- αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
- ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
- ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
- οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
- ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.
- ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
- Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
- ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
- ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
- ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
- δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
- πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
- ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
- εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
- σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
- ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
- τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
- ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
- τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
- Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
- δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·
- τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
- Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
- ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει
- χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
- ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
- ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
- ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
- καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,
- ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
- ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·
- τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
- βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
- ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
- ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
- δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
- τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
- ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
- δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος
- νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
- Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
- Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
- ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
- τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
- Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
- οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
- μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας
- νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον
- ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
- ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
- καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν
- μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
- ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,
- νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
- πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
- βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
- ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
- αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.
- Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ
- υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
- τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
- ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
- Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
- βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
- ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
- Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
- δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·
- αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε
- Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·
- πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
- ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
- εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
- καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
- αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·
- τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας
- ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
- ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.
- καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
- κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
- μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
- γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.
- ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους
- νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
- οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
- Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
- τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
- ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
- γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
- τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ
- ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·
- ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
- ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
- ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
- χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
- οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν
- Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
- εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
- Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
- λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.
- ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·
- ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.
- Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,
- ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·
- ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.
- ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
- αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
- ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·
- καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
- σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
- ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,
- ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
- εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
- βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
- ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,
- οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
- πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
- ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
- ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
- καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
- ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
- ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
- ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
- ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
- πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·
- Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε
- νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
- μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
- ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
- ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
- πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν
- ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
- ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
- θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ
- ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
- ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
- πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
- εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
- τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
- θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
- ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·
- Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
- λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
- ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
- γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,
- νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν
- Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.
- ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν
- εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
- γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
- ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·
- δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
- δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
- ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,
- βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ
- Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
- τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
- Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
- οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
- τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
- Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·
- ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
- αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
- στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·
- κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
- ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω
- νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·
- οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
- ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
- ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
- Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
- πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·
- ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα
- νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε
- νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
- ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
- μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
- ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε
- Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
- ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ
- βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·
- ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
- ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
- ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.
- ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
- νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
- ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς
- σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη
- πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
- ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
- νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
- ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν
- ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
- ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.
- ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
- ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·
- οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
- ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
- ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
- τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
- ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
- Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
- ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,
- ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
- ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι
- πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
- ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
- Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα
- Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
- τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
- οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα
- κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
- ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
- οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
- πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον
- φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.
- ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
- Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
- τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
- τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
- νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
- μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,
- ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
- Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
- χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
- ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
- σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
- ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.
- εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
- δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·
- ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς
- πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
- κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
- γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
- ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
- ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
- χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·
- νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.
- αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
- κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
- δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
- θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε
- ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
- στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.
- Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
- χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·
- δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
- σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ
- ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
- κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο
- πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
- ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
- Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις
- Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια
- καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
- Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
- Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
- Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
- Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·
- ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα
- Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια
- ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
- τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι
- στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·
- κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι
- εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.
- ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
- ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
- ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
- τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
- νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
- Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
- οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
- ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
- ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
- ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω
- ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
- ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ
- δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
- ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
- ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
- Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.
- τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
- ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
- καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
- ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
- ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν
- πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
- σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.
- τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·
- ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος
- Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
- ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ
- δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
- καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
- ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
- αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι
- ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
- νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
- παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
- οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε
- ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ
- πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
- Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
- τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·
- ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·
- αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.
- τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ
- κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης
- ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
- νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
- οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι
- τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
- ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
- τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
- ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
- ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο
- καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
- ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
- ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·
- ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
- ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
- θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
- νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
- Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
- Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
- οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
- ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
- ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
- ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
- κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
- καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
- ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
- δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
- γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
- μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
- ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
- τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
- ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
- χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
- αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
- δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
- ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
- πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·
- ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι
- τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.
- ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,
- καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
- ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον
- ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,
- καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον
- εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν
- υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
- ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·
- ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
- ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.
- τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
- θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
- φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
- οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
- ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·
- αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
- Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
- τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
- ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
- τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
- νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς
- ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε
- στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.
- ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται
- ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
- ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
- Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
- καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
- εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
- ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
- κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
- Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ
- ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν
- οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
- οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
- Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ
- ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
- πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.
- ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω
- Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
- σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
- Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
- τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
- Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·
- οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος
- ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·
- μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι
- πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·
- στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.
- ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
- εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
- ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ
- ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.
- τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
- εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·
- ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
- αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
- Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
- τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
- αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη
- ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,
- ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
- χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
- ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται
- τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
- οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
- ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι
- πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ
- γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
- αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·
- ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·
- στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς
- μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.
- ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
- φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
- ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ
- ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
- ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.
- οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
- πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι
- ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
- ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
- δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
- δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
- τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,
- τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.
- ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι
- ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ
- ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες
- κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι
- μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς
- δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
- κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,
- τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
- ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.
- Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη
- πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·
- ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ
- φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
- Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
- χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
- ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
- ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη
- ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς
- ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
- τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν
- Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
- Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,
- ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε
- ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν
- ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
- ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ
- τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·
- χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
- ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.
- νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·
- οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει
- μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
- ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,
- ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
- ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
- νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
- ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας
- αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
- γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
- ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
- Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.
- εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
- νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
- ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι
- μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·
- πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
- στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν
- ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
- ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους
- παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·
- εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,
- οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
- Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,
- ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
- ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
- πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
- πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·
- νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
- πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν
- κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
- νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
- κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,
- νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·
- οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
- νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
- καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
- Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,
- συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·
- τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
- πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
- εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
- ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε
- φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην
- στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.
- ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.
- ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν
- νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
- Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
- Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
- δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ
- παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
- τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
- χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
- πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
- ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
- ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,
- πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν
- εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·
- ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·
- ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
- θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·
- φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
- Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
- ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·
- ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
- αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα
- δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
- οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.
- νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,
- οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι
- τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·
- δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
- Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
- τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,
- ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
- κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,
- τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
- πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
- ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
- ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
- Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
- οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
- ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
- γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
- αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
- καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,
- ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·
- ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
- ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.
- παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα
- Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·
- Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·
- ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη
- ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο
- ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
- καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
- ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
- πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,
- ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
- κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,
- οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
- ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι
- χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.
- τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
- σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
- ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
- χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
- ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα
- ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
- οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω
- δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.
- ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,
- τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
- τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
- καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
- αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
- ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
- ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
- τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
- καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
- κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·
- Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
- ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
- ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα
- μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε
- κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,
- εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ
- Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
- τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,
- πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους
- ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο
- ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος
- ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
- ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.
- ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ
- πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.
- ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,
- ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.
- ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
- χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
- φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα
- λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·
- σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ
- αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
- δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε
- χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι
- χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
- τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ
- καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.
- αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων
- πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
- αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
- αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
- εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
- Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,
- τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
- ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;
- ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
- Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
- πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ
- κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν,
- υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
- ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
- τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
- νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
- Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
- οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
- ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
- ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
- κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,
- τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
- ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς
- Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε
- εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες
- Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.
- ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,
- αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,
- πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.
- πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·
- καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων
- πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
- ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
- τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
- υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
- καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
- καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος
- Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
- θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
- νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
- ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε
- ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
- ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·
- τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
- φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
- παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
- ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,
- ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
- χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
- καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα
- θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
- ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
- ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
- πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν
- τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.
- πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
- ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
- ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,
- ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,
- ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,
- Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
- Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
- ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
- οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
- ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
- καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,
- νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
- ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·
- κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν
- αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες
- ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
- λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
- ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
- ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι
- δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·
- ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
- λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·
- κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες
- εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
- σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·
- τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
- κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
- τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
- τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
- τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,
- ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
- κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
- οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.
- τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
- ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·
- οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
- ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
- καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
- ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.
- οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
- ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
- ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.
- τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
- δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
- οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες
- τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.
- οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα
- τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
- ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.
- οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
- εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων
- βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.
- στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,
- βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
- ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,
- ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
- ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
- εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
- ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,
- νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.
- ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
- εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ
- ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
- οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
- τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
- δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,
- ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
- ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
- χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
- ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι
- ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
- δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
- ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
- τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
- παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
- ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ
- σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.
- κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
- βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
- δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.
- ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
- καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,
- ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
- ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε
- κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,
- τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
- παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
- πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
- τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
- ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε
- λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
- μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
- ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
- αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
- μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
- πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
- χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι
- τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
- σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι
- ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς
- ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
- τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
- ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες
- αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
- οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
- ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.
- ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
- ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
- σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
- ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
- τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ
- Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
- ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
- ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
- τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας
- εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
- καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
- εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
- οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
- ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
- ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·
- ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
- πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος
- τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
- φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς
- μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
- ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
- ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
- αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
- τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,
- τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
- καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
- τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
- αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
- μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
- ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος
- τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.
- Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων
- ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
- ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
- εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
- κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
- μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
- κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
- τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
- καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
- ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε
- πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.
- Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
- ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
- ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
- δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
- τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
- αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
- αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
- μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς
- ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
- νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς
- δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
- μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
- εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
- ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
- τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
- μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
- ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
- αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
- ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
- μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
- αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.
- ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
- Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
- στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
- αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
- σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
- καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
- οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
- καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
- καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς
- ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
- τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
- Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
- ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
- κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
- αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
- οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
- αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
- τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον
- ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
- θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
- τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
- ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
- τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
- δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
- Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
- δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
- ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
- θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
- νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
- ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον
- ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
- ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
- αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω
- ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
- δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.
- ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
- μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
- τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·
- ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
- ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
- ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
- ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
- ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
- Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
- σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
- πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
- καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
- ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
- οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
- ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
- ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.
- πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
- οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει
- πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
- βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
- καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
- ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
- Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
- ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην
- Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
- ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
- κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
- σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
- ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
- τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.
- τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
- ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
- εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
- ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
- ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
- τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
- ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,
- ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
- Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
- καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη
- ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
- ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
- ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
- Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
- αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
- Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·
- ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
- Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
- σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.
- ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
- αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
- χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
- μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
- αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
- ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος
- χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.
- τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο
- ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.
- ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
- Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,
- οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.
- ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
- ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·
- ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
- δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
- χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
- εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
- δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
- οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
- ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης
- αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας
- οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
- ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
- ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
- ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ
- νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
- Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
- φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
- ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
- ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
- σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
- οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
- εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
- ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει
- δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
- ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
- ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
- θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
- πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
- ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
- ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
- ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
- ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
- μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
- ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
- καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
- αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
- πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
- Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ
- ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
- ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
- ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
- ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
- οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
- μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
- μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα
- ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
- σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
- κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
- δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ
- χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
- Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
- κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
- ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
- καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
- νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
- Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
- ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
- νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
- νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
- τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
- πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
- οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
- ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
- κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
- μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
- ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
- κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ