Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
  • ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
  • ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
  • εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας
  • Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
  • ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
  • οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.