Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
  • ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
  • οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
  • ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε
  • καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
  • ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
  • εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.