Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων
  2. Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
  3. τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
  4. μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
  5. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
  6. Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
  7. οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος
  8. οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
  9. θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
  10. ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
  11. οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
  12. ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε
  13. καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
  14. ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
  15. εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
  16. ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
  17. στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
  18. ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο
  19. πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  20. ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·