Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
  2. βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων
  3. ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
  4. λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
  5. τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,
  6. στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
  7. ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
  8. Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
  9. ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
  10. καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων
  11. πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
  12. ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
  13. οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
  14. ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
  15. Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
  16. Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
  17. ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  18. Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
  19. ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
  20. ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ