Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας
  2. νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
  3. τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
  4. κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες
  5. πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
  6. τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
  7. ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.
  8. Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  9. Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος
  10. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  11. ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος
  12. Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
  13. γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  14. ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
  15. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
  16. ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες
  17. σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.
  18. Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
  19. αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
  20. πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες