Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης
  2. ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
  3. ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
  4. αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ
  5. Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
  6. Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  7. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
  8. ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
  9. τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
  10. ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,
  11. τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν
  12. ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.
  13. τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
  14. Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
  15. ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
  16. τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
  17. πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
  18. αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς
  19. στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  20. Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,