Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
  2. ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
  3. αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
  4. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  5. κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα
  6. Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
  7. τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
  8. πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
  9. ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
  10. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
  11. αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
  12. εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
  13. ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
  14. Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
  15. ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
  16. ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
  17. ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
  18. Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
  19. ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
  20. δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
  21. νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
  22. πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
  23. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
  24. ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
  25. κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
  26. αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
  27. μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
  28. μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
  29. νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
  30. ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
  31. αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  32. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
  33. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  34. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  35. βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.
  36. Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
  37. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  38. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  39. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
  40. νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
  41. ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
  42. ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
  43. ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
  44. ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
  45. ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.
  46. ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
  47. βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
  48. τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
  49. τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
  50. καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
  51. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
  52. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  53. Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
  54. αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
  55. ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
  56. ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
  57. ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
  58. ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
  59. Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
  60. οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
  61. ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
  62. ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
  63. βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
  64. ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
  65. ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.
  66. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  67. ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
  68. ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα
  69. ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
  70. Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε
  71. Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
  72. τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
  73. Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
  74. εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
  75. αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
  76. δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
  77. τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
  78. Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
  79. Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
  80. ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
  81. ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
  82. τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
  83. ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
  84. ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
  85. ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
  86. ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.
  87. τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
  88. κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,
  89. ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
  90. κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
  91. εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,
  92. τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
  93. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·
  94. αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
  95. πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.
  96. τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων
  97. συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
  98. πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν
  99. ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
  100. βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
  101. αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
  102. ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
  103. ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
  104. τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  105. οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
  106. ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
  107. οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;
  108. ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι
  109. μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης
  110. Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
  111. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·
  112. Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·
  113. ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,
  114. ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
  115. αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
  116. φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
  117. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
  118. ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
  119. ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
  120. Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
  121. Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
  122. οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·
  123. εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
  124. ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·
  125. ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
  126. ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
  127. ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
  128. ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
  129. νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
  130. δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
  131. Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ
  132. βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα
  133. θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
  134. ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης
  135. τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,
  136. ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
  137. Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
  138. ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
  139. ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
  140. φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
  141. ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
  142. ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
  143. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
  144. Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
  145. νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
  146. ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
  147. Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.
  148. Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
  149. Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
  150. ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν
  151. πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
  152. νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
  153. ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
  154. θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
  155. τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
  156. Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
  157. μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
  158. οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
  159. ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
  160. λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
  161. σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
  162. Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ
  163. Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα
  164. τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
  165. ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
  166. Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
  167. καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
  168. ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·
  169. ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
  170. ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
  171. ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
  172. ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
  173. κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·
  174. ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
  175. αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,
  176. ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
  177. λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα
  178. ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
  179. ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
  180. δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·
  181. ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  182. αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
  183. αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
  184. μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
  185. θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·
  186. ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
  187. αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας
  188. βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ
  189. θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ
  190. πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
  191. Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
  192. ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
  193. τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
  194. παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
  195. καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
  196. ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
  197. στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
  198. τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·
  199. τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
  200. σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
  201. Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
  202. στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
  203. κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
  204. χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
  205. εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι
  206. νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
  207. Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
  208. τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
  209. ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
  210. καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
  211. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
  212. λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·
  213. ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ
  214. ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
  215. παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
  216. ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
  217. τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων
  218. ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
  219. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  220. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
  221. θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν
  222. ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
  223. Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
  224. ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
  225. ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
  226. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
  227. ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·
  228. ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,
  229. νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
  230. κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
  231. ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
  232. ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,
  233. σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
  234. λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο
  235. ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ
  236. θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
  237. ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
  238. φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,
  239. αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
  240. νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
  241. μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
  242. ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
  243. ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
  244. χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
  245. ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
  246. ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
  247. χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.
  248. αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
  249. φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
  250. ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
  251. τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ
  252. οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,
  253. Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
  254. νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.
  255. οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
  256. Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
  257. καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν
  258. ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
  259. τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
  260. δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε
  261. τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,
  262. ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
  263. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
  264. καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
  265. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
  266. ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων
  267. ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
  268. Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
  269. ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
  270. οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
  271. νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
  272. νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι
  273. ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
  274. οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
  275. αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
  276. ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
  277. ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
  278. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.
  279. Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·
  280. ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
  281. θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.
  282. ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ
  283. Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·
  284. αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·
  285. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  286. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  287. ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
  288. ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;
  289. οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
  290. ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·
  291. ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
  292. πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·
  293. τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
  294. ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.
  295. ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
  296. σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,
  297. τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·
  298. δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
  1. ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
  2. Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
  3. δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
  4. ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
  5. τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
  6. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  7. τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
  8. νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει
  9. εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,
  10. δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·
  11. τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
  12. ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
  13. ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
  14. ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
  15. ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
  16. τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
  17. ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
  18. νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
  19. ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
  20. τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·
  21. ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν
  22. μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
  23. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  24. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
  25. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
  26. οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
  27. βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
  28. τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
  29. ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
  30. μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις
  31. αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
  32. αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
  33. νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
  34. οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
  35. πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
  36. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
  37. καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
  38. ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον
  39. Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
  40. δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
  41. αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
  42. Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν
  43. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  44. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
  45. ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  46. ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν
  47. οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
  48. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  49. ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
  50. οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
  51. οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
  52. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
  53. ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
  54. καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
  55. αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
  56. κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
  57. δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,
  58. τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
  59. Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
  60. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν
  61. ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε
  62. οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ
  63. νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
  64. τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
  65. ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
  66. εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
  67. νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης
  68. κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
  69. Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
  70. θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
  71. ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
  72. πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
  73. ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
  74. οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
  75. μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·
  76. οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
  77. ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο
  78. Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ
  79. πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
  80. ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
  81. ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
  82. νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.
  83. πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
  84. ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
  85. πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην
  86. ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.
  87. ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι
  88. δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
  89. μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
  90. Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
  91. μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
  92. Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
  93. μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων
  94. ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
  95. ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
  96. θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.
  97. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  98. μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
  99. μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,
  100. ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
  101. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  102. Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
  103. δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
  104. βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
  105. πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ
  106. κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν
  107. ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο
  108. ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
  109. αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
  110. πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
  111. ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
  112. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,
  113. ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
  114. Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
  115. πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
  116. ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας
  117. πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ
  118. αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
  119. γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
  120. ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
  121. Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
  122. χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ
  123. νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.
  124. ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς
  125. μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·
  126. ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
  127. λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·
  128. μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·
  129. δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
  130. ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
  131. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  132. καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  133. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
  134. ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
  135. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
  136. χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
  137. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
  138. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
  139. εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
  140. ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο
  141. βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
  142. πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
  143. Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
  144. Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
  145. ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
  146. τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
  147. πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
  148. τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
  149. Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
  150. τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
  151. βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
  152. ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
  153. τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,
  154. ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.
  155. Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
  156. πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς
  157. ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
  158. οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
  159. δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
  160. καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
  161. λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
  162. ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
  163. στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
  164. τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
  165. ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
  166. ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,
  167. ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
  168. πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς
  169. ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ
  170. πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·
  171. πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
  172. σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
  173. τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
  174. υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·
  175. ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
  176. Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,
  177. αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,
  178. ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
  179. τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
  180. παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
  181. Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης
  182. ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
  183. ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
  184. αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ
  185. Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
  186. Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  187. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
  188. ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
  189. τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
  190. ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,
  191. τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν
  192. ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.
  193. τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
  194. Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
  195. ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
  196. τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
  197. πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
  198. αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς
  199. στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  200. Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
  201. ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
  202. πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·
  203. σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,
  204. νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
  205. οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
  206. αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
  207. ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται
  208. φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.
  209. ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
  210. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  211. μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
  212. ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
  213. δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
  214. ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
  215. ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
  216. ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
  217. νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
  218. πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο
  219. Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
  220. πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς
  221. βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε
  222. καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
  223. θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
  224. χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
  225. ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
  226. οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,
  227. οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
  228. τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
  229. πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,
  230. νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.
  231. εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
  232. οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·
  233. Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
  234. Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
  235. σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
  236. ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
  237. τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,
  238. ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
  239. αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
  240. ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
  241. μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
  242. θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ
  243. εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
  244. ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι
  245. μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
  246. αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
  247. ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
  248. τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
  249. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.
  250. τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·
  251. νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
  252. δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
  253. ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
  254. ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,
  255. στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ
  256. εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
  257. οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
  258. ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
  259. αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
  260. εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
  261. αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας
  262. νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
  263. τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
  264. κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες
  265. πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
  266. τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
  267. ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.
  268. Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  269. Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος
  270. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  271. ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος
  272. Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
  273. γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  274. ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.