Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
- σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
- ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
- οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν
- θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
- ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
- ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
- ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
- ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
- Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
- τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
- τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
- Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
- ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
- ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
- ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
- γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
- Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
- υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
- Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
- πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
- Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
- φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
- ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ
- τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
- ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
- Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
- νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·
- ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
- αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
- γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
- ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
- ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
- κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
- πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
- ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
- ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
- ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
- μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ
- γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
- τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων
- αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
- ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
- ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
- ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
- ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
- σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
- ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
- ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
- χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
- Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
- εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
- Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
- ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
- εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,
- τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
- μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
- ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
- ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
- Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
- μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
- οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
- νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ
- ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·
- ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
- ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
- ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,
- οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
- μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο
- ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
- Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
- τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
- τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
- ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ
- φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
- αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
- Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
- ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
- χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
- Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης
- ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
- ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
- σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
- τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
- παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
- τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
- Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
- παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
- οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
- ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
- ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
- τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
- εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
- ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
- ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
- Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
- τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
- οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
- οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
- ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
- πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
- δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
- Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
- ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
- Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
- ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
- τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
- ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
- τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
- Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
- ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
- τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
- ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
- Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
- Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
- Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
- ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
- τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
- ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
- ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
- τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
- ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
- καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
- Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
- ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·
- τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
- Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
- ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
- αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
- ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
- κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα
- Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
- τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
- πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
- ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
- Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
- αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
- εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
- ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
- Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
- ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
- ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
- ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
- Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
- ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
- δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
- νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
- πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
- ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
- κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
- αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
- μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
- μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
- νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
- ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
- αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
- κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
- ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
- εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
- βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.
- Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
- Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
- νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
- ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
- ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
- ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
- ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
- ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.
- ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
- βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
- τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
- τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
- καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
- οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
- αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
- ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
- ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
- ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
- ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
- Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
- οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
- ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
- ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
- βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
- ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
- ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
- ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα
- ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
- Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε
- Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
- τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
- Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
- εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
- αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
- δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
- τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
- Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
- Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
- ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
- ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
- τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
- ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
- ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
- ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
- ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.
- τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
- κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,
- ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
- κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
- εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,
- τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
- στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·
- αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
- πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.
- τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων
- συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
- πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν
- ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
- βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
- αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
- ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
- ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
- τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
- ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
- οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;
- ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι
- μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης
- Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
- ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·
- Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·
- ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,
- ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
- αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
- φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
- ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
- ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
- ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
- Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
- Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
- οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·
- εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
- ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·
- ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
- ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
- ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
- ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
- νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
- δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
- Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ
- βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα
- θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
- ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης
- τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,
- ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
- Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
- ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
- ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
- φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
- ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
- ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
- στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
- Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
- νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
- ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
- Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.
- Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
- Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
- ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν
- πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
- νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
- ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
- θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
- τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
- Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
- μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
- οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
- ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
- λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
- σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
- Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ
- Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα
- τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
- ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
- Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
- καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
- ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·
- ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
- ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
- ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
- ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
- κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·
- ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
- αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,
- ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
- λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα
- ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
- ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
- δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·
- ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
- αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
- μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
- θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·
- ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
- αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας
- βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ
- θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ
- πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
- Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
- ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
- τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
- παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
- καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
- ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
- στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
- τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·
- τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
- σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
- Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
- στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
- κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
- χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
- εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι
- νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
- Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
- τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
- ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
- καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
- Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
- λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·
- ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ
- ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
- παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
- ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
- τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων
- ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
- θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν
- ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
- Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
- ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
- ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
- οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
- ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·
- ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,