Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  2. λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι
  3. ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται
  4. γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει
  5. ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,
  6. τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
  7. πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
  8. καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.
  9. τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
  10. Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
  11. τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,
  12. ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
  13. ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.
  14. ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
  15. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  16. ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  17. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  18. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
  19. σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
  20. κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·