Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  2. Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
  3. ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
  4. Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  5. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  6. Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
  7. ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
  8. μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
  9. ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
  10. ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
  11. νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
  12. οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  13. οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
  14. ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
  15. νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
  16. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  17. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.