Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
  2. ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
  3. ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
  4. πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
  5. νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
  6. ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
  7. τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
  8. νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
  9. τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
  10. ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
  11. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  12. Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
  13. ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
  14. λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
  15. ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
  16. ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
  17. ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
  18. ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
  19. ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
  20. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
  21. τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
  22. ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
  23. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
  24. Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
  25. σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
  26. ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
  27. οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
  28. ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
  29. Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
  30. Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
  31. πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
  32. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  33. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  34. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  35. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  36. αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
  37. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
  38. ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
  39. Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
  40. ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
  41. ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
  42. ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
  43. πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
  44. τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
  45. ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
  46. ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
  47. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
  48. λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
  49. ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
  50. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
  51. οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
  52. οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
  53. οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
  54. ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
  55. Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
  56. ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
  57. δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
  58. μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
  59. οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
  60. Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
  61. ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
  62. Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
  63. εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  64. Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
  65. οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
  66. τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
  67. ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
  68. ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
  69. ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
  70. ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
  71. ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
  72. καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
  73. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  74. πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
  75. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
  76. οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
  77. παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
  78. ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
  79. ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
  80. ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
  81. αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
  82. πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
  83. δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
  84. χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
  85. μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
  86. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
  87. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
  88. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  89. Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
  90. αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
  91. αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
  92. ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
  93. κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
  94. οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
  95. πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
  96. αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
  97. Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
  98. φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
  99. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
  100. ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
  101. χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
  102. οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
  103. τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
  104. δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
  105. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
  106. ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
  107. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  108. ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  109. Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
  110. ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
  111. Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  112. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  113. Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
  114. ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
  115. μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
  116. ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
  117. ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
  118. νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
  119. οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  120. οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
  121. ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
  122. νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
  123. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  124. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
  125. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
  126. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
  127. βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
  128. ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
  129. Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
  130. Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
  131. οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
  132. ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
  133. οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
  134. ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
  135. θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
  136. κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
  137. κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
  138. ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
  139. χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
  140. Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
  141. Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
  142. ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
  143. ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
  144. πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
  145. εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
  146. ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  147. Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
  148. δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
  149. Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
  150. ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
  151. ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
  152. νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
  153. ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
  154. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  155. σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
  156. ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
  157. θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
  158. οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
  159. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
  160. αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
  161. θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
  162. Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
  163. εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
  164. εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
  165. τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
  166. ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
  167. πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
  168. μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
  169. δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
  170. δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
  171. ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
  172. ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
  173. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
  174. ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
  175. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
  1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
  2. ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
  3. φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
  4. μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
  5. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
  6. εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
  7. θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·
  8. αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
  9. ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
  10. κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
  11. χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.
  12. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  13. στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς
  14. τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
  15. Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
  16. ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
  17. ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
  18. αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
  19. πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
  20. ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
  21. διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
  22. ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
  23. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  24. βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
  25. μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
  26. νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
  27. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
  28. πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
  29. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
  30. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
  31. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
  32. εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
  33. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
  34. αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·
  35. τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
  36. ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
  37. τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
  38. ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
  39. θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
  40. Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  41. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
  42. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  43. τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
  44. δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
  45. ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
  46. μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
  47. πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
  48. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  49. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  50. ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
  51. οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
  52. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  53. ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
  54. Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
  55. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν
  56. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  57. οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
  58. νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
  59. ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
  60. ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
  61. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
  62. εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
  63. δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
  64. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  65. Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
  66. τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
  67. ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
  68. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  69. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
  70. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  71. ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
  72. οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
  73. κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
  74. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
  75. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
  76. ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
  77. ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
  78. νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
  79. Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
  80. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
  81. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
  82. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  83. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
  84. οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
  85. σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
  86. ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
  87. ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
  88. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
  89. καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
  90. σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
  91. μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
  92. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
  93. σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
  94. τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
  95. νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
  96. ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
  97. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
  98. Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
  99. ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
  100. σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,
  101. ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
  102. ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
  103. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  104. ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
  105. ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
  106. νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
  107. νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
  108. ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
  109. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  110. ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε
  111. πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
  112. οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
  113. πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
  114. Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
  115. πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
  116. οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
  117. Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
  118. πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
  119. ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
  120. πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
  121. Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
  122. ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
  123. πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
  124. πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
  125. ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
  126. τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
  127. μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
  128. δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
  129. ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
  130. ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·
  131. ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
  132. θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
  133. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  134. βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  135. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
  136. ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
  137. δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,
  138. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  139. Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
  140. γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
  141. δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
  142. ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
  143. σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
  144. ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
  145. εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς
  146. φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  147. ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
  148. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
  149. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
  150. τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
  151. ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  152. καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  153. Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
  154. στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
  155. τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
  156. αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
  157. Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
  158. ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
  159. μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
  160. ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·
  161. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
  162. ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
  163. εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
  164. ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε
  165. χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
  166. βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
  167. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
  168. κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·
  169. ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
  170. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
  171. λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ
  172. ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
  173. τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
  174. ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.
  175. τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
  176. πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
  177. καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
  178. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη
  179. ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·
  180. χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
  181. ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
  182. ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
  183. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  184. κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων
  185. καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·
  186. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
  187. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
  188. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην
  189. τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·
  190. ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
  191. ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
  192. οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;
  193. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
  194. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  195. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  196. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  197. τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  198. δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
  199. δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
  200. εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
  201. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  202. οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον
  203. δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
  204. γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
  205. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  206. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  207. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  208. εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
  209. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
  210. αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
  211. τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·
  212. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
  213. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
  214. ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
  215. ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
  216. ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς
  217. πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
  218. τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  219. τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
  220. ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι
  221. ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
  222. ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
  223. μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
  224. ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
  225. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
  226. Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
  227. σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
  228. ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
  229. ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
  230. Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
  231. ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
  232. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  233. Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,
  234. ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν
  235. πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
  236. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ
  237. αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
  238. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
  239. χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις
  240. τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,
  241. τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
  242. τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
  243. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  244. ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
  245. ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
  246. Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·
  247. Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
  248. οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
  249. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
  250. ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
  251. ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
  252. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
  253. νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
  254. ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
  255. καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας
  256. νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε
  257. ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
  258. ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,
  259. εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
  260. τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.
  261. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
  262. νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
  263. τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·
  264. Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
  265. ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
  266. ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
  267. ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
  268. δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
  269. ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·
  270. ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
  271. χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
  272. τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
  273. μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
  274. ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
  275. Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.
  276. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  277. ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας
  278. τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
  279. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  280. τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
  281. ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
  282. Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
  283. Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου
  284. βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
  285. ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
  286. εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ
  287. μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·
  288. ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
  289. ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
  290. χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
  291. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
  292. Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.
  293. ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
  294. οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
  295. εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
  296. στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  297. Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;
  298. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.
  299. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  300. ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
  301. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  302. οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
  303. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  304. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  305. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  306. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
  307. ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
  308. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,
  309. μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ
  310. οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
  311. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  312. Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
  313. νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
  314. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
  315. θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
  316. οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
  317. ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·
  318. οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
  319. ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
  320. οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
  321. ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
  322. οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,
  323. ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
  324. ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·
  325. οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
  326. οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,
  327. ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
  328. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  329. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  330. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
  331. Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·
  332. πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
  333. εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν
  334. πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
  335. ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
  336. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  337. ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
  338. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
  339. ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
  340. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  341. Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν
  342. ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
  343. χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,
  344. οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
  345. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·
  346. τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
  347. λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον
  348. πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
  349. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
  350. καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.
  351. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
  352. ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
  353. βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
  354. ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
  355. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  356. πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
  357. καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει
  358. Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·
  359. Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
  360. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,
  361. τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
  362. αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
  363. Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην
  364. Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
  365. ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς
  366. νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
  367. κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
  368. ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.
  369. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  370. ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
  371. ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
  372. κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες
  373. ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ
  374. Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
  375. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,
  376. χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.
  377. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  378. τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
  379. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·
  380. οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·
  381. ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
  382. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
  383. βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων
  384. δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
  385. εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι
  386. ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
  387. Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
  388. δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
  389. κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
  390. ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.
  391. ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
  392. Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  393. οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
  394. ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·
  395. οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
  396. οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·
  397. οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι