Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
- ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
- ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
- ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
- ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
- μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
- ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
- ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
- ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
- πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
- ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
- τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
- λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
- Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
- ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
- ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
- Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
- ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
- οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
- μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
- νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
- πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
- ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
- Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
- ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
- οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
- Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
- φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
- πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
- μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
- τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
- ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
- ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
- συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
- αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
- ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
- Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
- ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
- ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
- ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
- πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
- Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
- καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
- ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
- ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
- θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
- κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
- τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
- ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
- ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
- ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
- τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
- ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
- τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
- ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
- ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
- ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
- πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
- νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
- ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
- τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
- νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
- τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
- ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
- ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
- Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
- ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
- λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
- ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
- ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
- ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
- ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
- ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
- θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
- τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
- ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
- ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
- Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
- σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
- ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
- οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
- ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
- Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
- Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
- πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
- ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
- ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
- ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
- γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
- αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
- οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
- ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
- Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
- ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
- ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
- ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
- πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
- τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
- ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
- ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
- ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
- λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
- ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
- οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
- οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
- οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
- οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
- ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
- Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
- ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
- δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
- μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
- οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
- Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
- ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
- Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
- εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
- οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
- τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
- ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
- ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
- ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
- ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
- ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
- καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
- πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
- Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
- οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
- παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
- ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
- ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
- ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
- αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
- πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
- δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
- χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
- μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
- ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
- αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
- αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
- ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
- κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
- οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
- πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
- αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
- Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
- φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
- τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
- ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
- χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
- οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
- τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
- δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
- θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
- ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
- Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
- ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
- Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
- ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
- Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
- τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
- Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
- ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
- μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
- ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
- ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
- νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
- οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
- οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
- ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
- νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
- ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
- ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
- πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
- ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
- βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
- ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
- Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
- Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
- οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
- ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
- οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
- ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
- θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
- κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
- κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
- ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
- χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
- Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
- Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
- ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
- ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
- πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
- εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
- ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
- δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
- Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
- ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
- ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
- νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
- ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
- χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
- σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
- ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
- θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
- οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
- ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
- αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
- θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
- Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
- εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
- εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
- τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
- ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
- πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
- μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
- δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
- δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
- ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
- Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
- ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
- ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
- Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
- ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
- φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
- μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
- ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
- εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
- θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·
- αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
- ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
- κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
- χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.
- εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
- στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς
- τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
- Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
- ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
- ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
- αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
- πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
- ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
- διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
- ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
- βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
- μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
- νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
- Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
- πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
- Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
- πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
- θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
- εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
- οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
- αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·
- τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
- ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
- τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
- ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
- θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
- Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
- δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
- ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
- μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
- πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
- κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
- ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
- ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
- οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
- Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
- τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν
- ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
- οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
- νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
- ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
- ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
- ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
- εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
- δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
- τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
- ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
- ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
- οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
- νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
- ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
- οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
- κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
- νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
- ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
- ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
- νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
- Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
- οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
- βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
- οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
- σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
- ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
- ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
- οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
- καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
- σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
- μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
- ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
- σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
- τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
- νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
- ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
- νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
- Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
- ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
- σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,
- ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
- ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
- ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
- νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
- νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
- ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
- τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
- ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε
- πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
- οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
- πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
- Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
- πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
- οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
- Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
- πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
- ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
- πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
- Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
- ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
- πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
- πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
- ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
- τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες