Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
  2. Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
  3. ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
  4. καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
  5. εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
  6. αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
  7. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
  8. πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
  9. Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
  10. Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
  11. οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
  12. λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
  13. πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
  14. ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
  15. ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
  16. οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
  17. μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
  18. σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
  19. ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
  20. Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ