Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
- γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
- οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
- εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
- μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
- νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
- ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
- ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
- τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
- Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
- ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
- ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
- ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
- σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
- συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
- νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
- ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
- Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
- δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
- βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
- χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
- δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
- ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
- Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
- ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
- οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
- Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
- τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
- ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
- ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
- ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
- τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
- Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
- ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
- οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
- ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
- ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
- Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
- ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
- τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
- καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
- τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
- καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
- πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
- οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
- ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
- ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
- ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
- λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
- εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
- ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
- ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
- τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
- οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
- ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
- ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
- κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
- τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
- ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
- ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
- οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
- εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
- οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
- ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
- πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
- ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
- ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
- ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
- ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
- βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
- οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
- τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
- ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
- τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
- ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
- ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
- τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
- ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
- τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
- Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
- ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
- ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
- δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
- Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
- τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
- οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
- Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
- αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
- κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
- νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
- ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
- ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
- ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
- χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
- οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
- ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
- νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
- εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
- ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
- οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
- αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
- κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
- τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
- ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
- ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
- οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
- ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
- ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
- ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
- μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
- αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
- θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
- ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
- ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
- τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
- ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
- Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
- κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
- ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
- ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
- Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
- λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
- Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
- ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
- ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
- τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
- λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
- τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
- πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
- ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
- ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
- Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
- πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
- ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
- ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
- Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
- ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
- τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
- δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
- Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
- καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
- χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
- Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
- εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
- Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
- καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
- δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
- Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
- Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
- ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
- ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
- ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
- ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
- πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
- αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
- Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
- λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
- ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
- ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
- ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
- ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
- βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
- ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
- οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
- ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
- δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
- χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
- αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
- ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
- ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
- Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
- Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
- Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
- τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
- δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
- τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
- καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
- ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
- ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
- ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
- Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
- οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
- εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
- γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
- ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
- Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
- ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
- ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
- τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
- Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
- νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
- Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
- ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
- ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
- ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
- ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
- πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
- τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
- ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
- κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
- γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
- τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
- θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
- οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
- ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
- ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
- ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
- χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
- δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
- δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
- ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
- ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
- Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
- Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
- τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
- δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
- ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
- ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
- Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
- Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
- Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
- σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
- ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
- ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
- ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
- βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
- ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
- οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
- γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
- ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
- γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
- τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
- βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
- ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
- ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
- ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
- χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
- ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
- θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
- ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
- Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
- Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
- Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
- τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
- δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
- Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
- ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
- καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
- εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
- αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
- πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
- Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
- Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
- οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
- λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
- πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
- ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
- ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
- οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
- μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
- σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
- ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
- Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
- ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
- Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
- αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
- ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
- Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
- ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
- ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
- Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
- ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
- ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
- οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
- οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
- τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
- τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
- τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
- Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
- ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
- υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
- ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
- οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
- υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
- ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
- ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
- ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
- οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
- Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
- ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
- αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
- Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
- ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
- αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
- ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
- ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
- ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
- οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
- τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
- οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
- ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
- λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
- ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
- καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
- Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
- οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
- ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
- τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
- Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
- παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
- οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
- εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
- Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
- Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
- οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
- στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
- σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
- ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
- ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
- Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
- ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
- κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
- καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
- ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
- Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
- αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
- γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
- ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
- ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
- ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
- ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
- ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
- ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
- Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
- Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
- ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
- μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
- τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
- Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
- βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
- ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
- τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
- ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
- Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
- θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
- ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
- θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
- πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
- ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
- πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
- Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
- τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
- ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
- χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
- καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
- αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
- σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
- Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
- ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
- σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
- Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
- Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
- οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
- ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
- ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
- ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
- ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
- μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
- ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
- ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
- ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
- πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
- ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
- τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
- λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
- Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
- ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
- ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
- Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
- ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
- οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
- μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
- νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
- πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
- ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
- Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
- ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
- οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
- Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
- φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
- πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
- μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
- τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
- ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
- ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
- συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
- αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
- ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
- Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
- ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
- ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
- ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
- πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
- Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
- καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
- ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
- ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
- θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
- κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
- τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
- ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
- ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
- ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
- τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
- ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
- τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
- ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
- ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
- ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
- πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
- νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
- ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
- τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
- νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
- τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
- ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
- ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
- Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
- ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
- λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
- ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
- ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
- ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
- ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
- ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
- θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
- τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
- ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
- ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
- Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
- σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
- ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
- οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
- ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
- Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
- Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
- πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
- ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
- ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
- ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
- γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
- αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
- οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
- ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
- Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
- ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
- ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
- ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
- πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
- τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
- ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
- ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
- ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
- λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
- ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
- οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
- οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
- οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
- οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
- ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
- Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
- ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
- δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
- μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
- οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
- Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
- ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
- Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
- εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
- οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
- τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
- ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
- ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
- ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
- ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
- ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
- καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
- πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
- Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
- οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
- παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
- ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
- ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
- ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
- αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
- πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
- δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
- χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
- μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
- ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
- αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
- αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
- ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
- κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
- οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
- πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
- αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος