Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  2. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
  3. κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
  4. Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
  5. Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
  6. σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
  7. ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
  8. νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
  9. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
  10. ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
  11. Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
  12. ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
  13. ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
  14. ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
  15. ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
  16. τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
  17. κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
  18. ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
  19. Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
  20. καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
  21. υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
  22. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  23. ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
  24. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
  25. ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
  26. ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
  27. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
  28. ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
  29. ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
  30. εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
  31. ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
  32. Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
  33. Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
  34. οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
  35. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  36. ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
  37. γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
  38. οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
  39. εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
  40. μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
  41. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  42. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
  43. ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
  44. τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
  45. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  46. Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
  47. ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
  48. ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
  49. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
  50. σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
  51. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
  52. νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
  53. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
  54. Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
  55. δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
  56. βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
  57. χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
  58. δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
  59. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  60. Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
  61. ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
  62. οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
  63. Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
  64. τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
  65. ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
  66. ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
  67. ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
  68. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
  69. Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
  70. ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
  71. οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
  72. ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
  73. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  74. δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
  75. ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
  76. Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
  77. ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
  78. τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
  79. καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
  80. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
  81. καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  82. πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
  83. οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
  84. ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
  85. ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
  86. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
  87. λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
  88. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  89. οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
  90. εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
  91. ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
  92. ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
  93. τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
  94. οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
  95. ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
  96. ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
  97. κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
  98. τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
  99. ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
  100. ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
  101. οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
  102. εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
  103. οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
  104. ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
  105. πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
  106. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
  107. ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
  108. ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
  109. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  110. καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
  111. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  112. οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
  113. τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
  114. ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
  115. τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
  116. ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
  117. ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
  118. τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
  119. ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
  120. τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
  121. Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
  122. ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
  123. ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
  124. δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
  125. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  126. νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
  127. Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
  128. τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
  129. οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
  130. Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
  131. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
  132. κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
  133. νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
  134. ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
  135. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
  136. ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
  137. χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
  138. οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
  139. ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
  140. νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
  141. εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
  142. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  143. ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
  144. οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
  145. αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
  146. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
  147. τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
  148. ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
  149. ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
  150. οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
  151. ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
  152. ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
  153. ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
  154. μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
  155. αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
  156. θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
  157. ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
  158. ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
  159. τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
  160. ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
  161. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
  162. κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
  163. ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
  164. ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
  165. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
  166. λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
  167. Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
  168. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
  169. ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
  170. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
  171. λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
  172. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
  173. πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
  174. ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
  175. ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
  176. Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
  177. πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
  178. ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
  179. ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
  180. Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
  181. ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
  182. τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
  183. δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
  184. Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
  185. καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  186. χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
  187. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
  188. Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
  189. εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
  190. Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
  191. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
  192. δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
  193. Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
  194. Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
  195. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
  196. ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
  197. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
  198. ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
  199. πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
  200. αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
  201. Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
  202. λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
  203. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
  204. ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
  205. ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
  206. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
  207. βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
  208. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
  209. οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
  210. ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
  211. δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  212. χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
  213. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
  214. ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
  215. ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  216. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
  217. Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
  218. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  219. Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
  220. τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
  221. δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
  222. τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  223. καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
  224. ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
  225. ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
  226. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
  227. Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  228. οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
  229. εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
  230. γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
  231. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
  232. Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
  233. ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
  234. ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
  235. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
  236. Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
  237. νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
  238. Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
  239. ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
  240. ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
  241. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
  242. ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
  243. πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
  244. τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
  245. ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
  246. κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
  247. γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
  248. τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
  249. θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
  250. οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
  251. ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
  252. ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
  253. ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
  254. χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
  255. δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
  256. δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
  257. ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
  258. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
  259. Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
  260. Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
  261. τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
  262. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
  263. ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
  264. ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
  265. Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
  266. Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
  267. Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
  268. σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
  269. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
  270. ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
  271. ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
  272. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  273. βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
  274. ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
  275. οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
  276. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  277. Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
  278. γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
  279. ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
  280. γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
  281. τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
  282. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  283. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  284. ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
  285. ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
  286. ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
  287. χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
  288. ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
  289. θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
  290. ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
  291. Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
  292. Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
  293. Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
  294. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  295. δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
  296. Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
  297. ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
  298. καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
  299. εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
  300. αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
  301. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
  302. πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
  303. Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
  304. Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
  305. οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
  306. λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
  307. πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
  308. ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
  309. ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
  310. οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
  311. μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
  312. σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
  313. ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
  314. Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
  315. ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
  316. Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
  317. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
  318. αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
  319. ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
  320. Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
  321. ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
  322. ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  323. Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
  324. ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
  325. ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
  326. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
  327. οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
  328. τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
  329. τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
  330. τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
  331. Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
  332. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
  333. υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
  334. ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  335. οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
  336. υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
  337. ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
  338. ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
  339. ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
  340. οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
  341. Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
  342. ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  343. δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
  344. αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
  345. Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
  346. ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
  347. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
  348. αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
  349. ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
  350. ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
  351. ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
  352. οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
  353. τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
  354. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
  355. ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
  356. λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
  357. ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
  358. καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
  359. Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
  360. οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
  361. ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
  362. τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  363. κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
  364. Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
  365. παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
  366. οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
  367. εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
  368. Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
  369. Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
  370. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
  371. στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
  372. σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
  373. ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
  374. ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
  375. Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
  376. ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
  377. κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
  378. καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
  379. ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
  380. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
  381. Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
  382. αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
  383. γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
  384. ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
  385. ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
  386. ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
  387. ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
  388. ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
  389. ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
  390. Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
  391. Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
  392. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
  393. μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
  394. τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
  395. Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
  396. βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
  397. ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
  398. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
  399. ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
  400. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
  401. θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
  402. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
  403. θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
  404. πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
  405. ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
  406. πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
  407. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
  408. τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
  409. ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
  410. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
  411. χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
  412. καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
  413. αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
  414. σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
  415. Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
  416. ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
  417. σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
  418. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  419. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  420. Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
  421. οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
  422. ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
  423. ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
  424. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
  425. ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
  426. ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
  427. μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
  428. ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
  429. ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
  430. ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
  431. πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
  432. ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
  433. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  434. λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
  435. Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
  436. ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
  437. ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
  438. Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
  439. ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
  440. οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
  441. μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
  442. νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
  443. πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
  444. ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
  445. Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
  446. ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
  447. οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
  448. Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
  449. φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
  450. πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
  451. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
  452. τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
  453. ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
  454. ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
  455. συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
  456. αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
  457. ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
  458. Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
  459. ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
  460. ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
  461. ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
  462. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
  463. πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
  464. Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
  465. καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
  466. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
  467. ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
  468. θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
  469. κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
  470. τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
  471. ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
  472. ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
  473. ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
  474. τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
  475. ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
  476. τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
  477. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
  478. ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
  479. ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
  480. πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
  481. νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
  482. ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
  483. τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
  484. νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
  485. τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
  486. ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
  487. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  488. Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
  489. ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
  490. λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
  491. ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
  492. ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
  493. ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
  494. ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
  495. ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
  496. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
  497. τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
  498. ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
  499. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
  500. Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
  501. σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
  502. ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
  503. οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
  504. ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
  505. Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
  506. Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
  507. πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
  508. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  509. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  510. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  511. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  512. αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
  513. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
  514. ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
  515. Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
  516. ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
  517. ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
  518. ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
  519. πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
  520. τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
  521. ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
  522. ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
  523. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
  524. λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
  525. ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
  526. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
  527. οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
  528. οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
  529. οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
  530. ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
  531. Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
  532. ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
  533. δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
  534. μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
  535. οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
  536. Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
  537. ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
  538. Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
  539. εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  540. Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
  541. οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
  542. τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
  543. ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
  544. ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
  545. ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
  546. ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
  547. ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
  548. καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
  549. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  550. πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
  551. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
  552. οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
  553. παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
  554. ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
  555. ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
  556. ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
  557. αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
  558. πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
  559. δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
  560. χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
  561. μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
  562. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
  563. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
  564. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  565. Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
  566. αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
  567. αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
  568. ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
  569. κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
  570. οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
  571. πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
  572. αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
  573. Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
  574. φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
  575. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
  576. ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
  577. χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
  578. οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
  579. τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
  580. δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
  581. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
  582. ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
  583. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  584. ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  585. Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
  586. ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
  587. Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  588. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  589. Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
  590. ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
  591. μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
  592. ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
  593. ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
  594. νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
  595. οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  596. οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
  597. ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
  598. νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
  599. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  600. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
  601. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
  602. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
  603. βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
  604. ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
  605. Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
  606. Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
  607. οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
  608. ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
  609. οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
  610. ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
  611. θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
  612. κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
  613. κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
  614. ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
  615. χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
  616. Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
  617. Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
  618. ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
  619. ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
  620. πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
  621. εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
  622. ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  623. Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
  624. δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
  625. Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
  626. ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
  627. ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
  628. νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
  629. ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
  630. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  631. σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
  632. ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
  633. θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
  634. οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
  635. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
  636. αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
  637. θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
  638. Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
  639. εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
  640. εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
  641. τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
  642. ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
  643. πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
  644. μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
  645. δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
  646. δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
  647. ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
  648. ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
  649. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
  650. ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
  651. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
  1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
  2. ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
  3. φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
  4. μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
  5. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
  6. εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
  7. θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·
  8. αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
  9. ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
  10. κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
  11. χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.
  12. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  13. στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς
  14. τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
  15. Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
  16. ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
  17. ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
  18. αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
  19. πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
  20. ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
  21. διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
  22. ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
  23. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  24. βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
  25. μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
  26. νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
  27. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
  28. πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
  29. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
  30. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
  31. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
  32. εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
  33. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
  34. αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·
  35. τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
  36. ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
  37. τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
  38. ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
  39. θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
  40. Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  41. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
  42. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  43. τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
  44. δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
  45. ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
  46. μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
  47. πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
  48. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  49. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  50. ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
  51. οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
  52. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  53. ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
  54. Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
  55. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν
  56. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  57. οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
  58. νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
  59. ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
  60. ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
  61. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
  62. εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
  63. δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
  64. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  65. Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
  66. τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
  67. ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
  68. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  69. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
  70. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  71. ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
  72. οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
  73. κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
  74. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
  75. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
  76. ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
  77. ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
  78. νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
  79. Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
  80. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
  81. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
  82. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  83. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
  84. οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
  85. σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
  86. ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
  87. ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
  88. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
  89. καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
  90. σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
  91. μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
  92. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
  93. σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
  94. τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
  95. νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
  96. ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
  97. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
  98. Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
  99. ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
  100. σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,
  101. ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
  102. ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
  103. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  104. ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
  105. ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
  106. νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
  107. νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
  108. ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
  109. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  110. ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε
  111. πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
  112. οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
  113. πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
  114. Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
  115. πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
  116. οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
  117. Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
  118. πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
  119. ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
  120. πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
  121. Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
  122. ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
  123. πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
  124. πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
  125. ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
  126. τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
  127. μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
  128. δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
  129. ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
  130. ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·
  131. ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
  132. θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
  133. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  134. βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  135. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
  136. ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
  137. δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,
  138. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  139. Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
  140. γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
  141. δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
  142. ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
  143. σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
  144. ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
  145. εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς
  146. φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  147. ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
  148. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
  149. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
  150. τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
  151. ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  152. καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  153. Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
  154. στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
  155. τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
  156. αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
  157. Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
  158. ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
  159. μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
  160. ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·
  161. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
  162. ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
  163. εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
  164. ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε
  165. χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
  166. βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
  167. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
  168. κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·
  169. ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
  170. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
  171. λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ
  172. ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
  173. τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
  174. ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.
  175. τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
  176. πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
  177. καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
  178. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη
  179. ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·
  180. χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
  181. ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
  182. ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
  183. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  184. κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων
  185. καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·
  186. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
  187. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
  188. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην
  189. τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·
  190. ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
  191. ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
  192. οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;
  193. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
  194. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  195. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  196. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  197. τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  198. δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
  199. δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
  200. εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
  201. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  202. οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον
  203. δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
  204. γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
  205. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  206. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  207. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  208. εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
  209. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
  210. αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
  211. τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·
  212. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
  213. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
  214. ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
  215. ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
  216. ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς
  217. πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
  218. τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  219. τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
  220. ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι
  221. ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
  222. ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
  223. μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
  224. ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
  225. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
  226. Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
  227. σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
  228. ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
  229. ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
  230. Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
  231. ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
  232. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  233. Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,
  234. ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν
  235. πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
  236. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ
  237. αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
  238. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
  239. χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις
  240. τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,
  241. τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
  242. τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
  243. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  244. ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
  245. ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
  246. Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·
  247. Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
  248. οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
  249. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
  250. ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
  251. ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
  252. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
  253. νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
  254. ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
  255. καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας
  256. νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε
  257. ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
  258. ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,
  259. εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
  260. τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.
  261. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
  262. νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
  263. τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·
  264. Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
  265. ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
  266. ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
  267. ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
  268. δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
  269. ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·
  270. ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
  271. χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
  272. τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
  273. μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
  274. ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
  275. Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.
  276. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  277. ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας
  278. τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
  279. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  280. τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
  281. ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
  282. Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
  283. Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου
  284. βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
  285. ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
  286. εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ
  287. μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·
  288. ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
  289. ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
  290. χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
  291. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
  292. Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.
  293. ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
  294. οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
  295. εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
  296. στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  297. Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;
  298. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.
  299. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  300. ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
  301. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  302. οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
  303. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  304. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  305. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  306. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
  307. ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
  308. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,
  309. μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ
  310. οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
  311. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  312. Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
  313. νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
  314. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
  315. θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
  316. οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
  317. ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·
  318. οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
  319. ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
  320. οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
  321. ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
  322. οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,
  323. ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
  324. ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·
  325. οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
  326. οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,
  327. ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
  328. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  329. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  330. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
  331. Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·
  332. πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
  333. εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν
  334. πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
  335. ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
  336. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  337. ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
  338. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
  339. ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
  340. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  341. Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν
  342. ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
  343. χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,
  344. οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
  345. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·
  346. τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
  347. λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον
  348. πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
  349. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
  350. καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.
  351. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
  352. ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
  353. βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
  354. ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
  355. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  356. πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
  357. καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει
  358. Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·
  359. Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
  360. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,
  361. τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
  362. αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
  363. Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην
  364. Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
  365. ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς
  366. νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
  367. κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
  368. ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.
  369. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  370. ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
  371. ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
  372. κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες
  373. ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ
  374. Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
  375. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,
  376. χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.
  377. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  378. τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
  379. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·
  380. οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·