Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
  2. καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
  3. ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
  4. Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
  5. φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
  6. ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
  7. Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
  8. αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
  9. κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
  10. ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
  11. τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
  12. Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
  13. χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
  14. ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  15. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  16. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  17. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  18. βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
  19. πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
  20. γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο