Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
  2. ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
  3. ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
  4. ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
  5. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
  6. χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
  7. ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
  1. ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
  2. ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
  3. Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
  4. τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
  5. εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
  6. ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
  7. ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
  8. ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
  9. ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
  10. ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
  11. καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
  12. τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
  13. αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,