Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
  2. τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
  3. οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
  4. ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
  5. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  6. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
  7. χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.