Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
- ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
- ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
- νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
- πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
- Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
- λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
- ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
- ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
- πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
- αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
- σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
- σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
- στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
- ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
- ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
- αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
- ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
- σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
- Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
- αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
- σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
- τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
- πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
- ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
- καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
- ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
- ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
- τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
- παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
- εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
- καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
- ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
- Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
- καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
- αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
- Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
- τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
- ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
- ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
- βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
- ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
- ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
- ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
- ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
- διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
- σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
- ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
- αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
- τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
- καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
- ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
- ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
- ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
- ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
- τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
- οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
- ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
- οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
- ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
- χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
- ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
- μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
- νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
- ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
- ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
- ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
- τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
- χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
- κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
- τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
- πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
- ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
- ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
- ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
- ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
- ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
- ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
- ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
- νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
- χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
- ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
- ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
- ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
- Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
- τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
- εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
- ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
- ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
- ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
- ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
- ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
- καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
- τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
- αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
- πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
- πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
- Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
- δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
- τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
- ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
- Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
- Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
- καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
- κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
- τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
- ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
- συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
- αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
- ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
- φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
- λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
- αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
- τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
- κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
- ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
- θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
- τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
- βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
- Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
- αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
- ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
- κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
- οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
- ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
- αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
- ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
- ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
- ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
- ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
- τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
- τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
- χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
- εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
- ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
- ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
- ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
- πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
- ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
- ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
- δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
- ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
- ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
- ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
- ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
- ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
- εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
- Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
- ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
- νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
- εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
- ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
- οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
- ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
- ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
- αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
- Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
- οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
- ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
- οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
- ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
- ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
- ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
- οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
- πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
- οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
- οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
- τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
- καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
- ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
- τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
- τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
- υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
- Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
- αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
- τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
- Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
- Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
- Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
- πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
- οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
- τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
- οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
- βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
- ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
- βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
- ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
- αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
- ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
- νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
- ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
- ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
- πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
- ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
- εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
- ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
- τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
- εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
- ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
- ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
- τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
- ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
- νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
- υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
- τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
- τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
- τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
- ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
- αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
- ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
- ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
- μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
- οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
- ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
- Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
- Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
- οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
- ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
- αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
- Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
- ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
- ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
- ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
- δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
- πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
- γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
- ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
- ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
- λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
- οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
- βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
- νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
- ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
- ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
- ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
- ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
- βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
- δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
- Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
- Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
- πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
- σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
- οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
- οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
- οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
- ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
- ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
- χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
- ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
- Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
- ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
- ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
- πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
- λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
- πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
- σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
- ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
- δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
- οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
- αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
- ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
- αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
- υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
- Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
- αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
- Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου
- πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·
- αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
- πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
- ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,