Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
- ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
- εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
- ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
- τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
- ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
- φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
- ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
- ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
- ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
- αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
- ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
- ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
- αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
- Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
- κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
- αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
- τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
- τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
- αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
- Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
- ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
- τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
- Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
- ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
- δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
- ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
- ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
- εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
- Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
- ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
- ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
- φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
- αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
- ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
- ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
- σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
- ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
- Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
- ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
- Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
- στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
- ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
- χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
- Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
- Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
- οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
- ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
- χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
- πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
- ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
- ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
- δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
- πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
- ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
- ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
- Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
- Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
- ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
- οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
- εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
- παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
- ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
- τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
- μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
- αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
- βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
- ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
- ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
- αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
- βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
- μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
- Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
- Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
- Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
- ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
- Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
- Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
- εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
- κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
- ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
- ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
- ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
- μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
- ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
- στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
- νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
- ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
- αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
- ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
- ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
- αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
- ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
- Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
- Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
- στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
- τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς
- ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
- ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
- ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
- οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
- πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
- ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
- ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
- καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
- ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
- ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ
- ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
- ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
- νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
- κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
- τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
- σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
- ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
- Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
- νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
- Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
- αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
- Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
- πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
- αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
- ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
- ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
- πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
- ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
- τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς
- Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
- στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
- καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
- ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
- Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
- τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
- τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
- ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
- δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,
- ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
- Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
- φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην
- ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
- ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
- πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
- δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
- στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
- ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
- Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
- ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
- τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
- ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
- εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
- αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
- φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
- ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
- τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
- τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
- νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
- λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
- ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο
- ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
- ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε
- τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
- ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
- ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
- βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
- οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
- αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
- ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
- ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων
- στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα
- ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
- τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
- τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
- θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
- ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
- ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
- καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς
- χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
- ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
- πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
- χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ
- τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
- χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
- ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
- πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.
- ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
- οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
- κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,
- πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.
- τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
- μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
- Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
- τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
- ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
- Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
- οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
- αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
- ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
- γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
- νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
- εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
- δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
- ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
- πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
- ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
- βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
- οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·
- βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
- τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
- ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
- ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.
- ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
- Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
- αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
- ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
- εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
- ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
- ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
- ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
- ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
- ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
- κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
- ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
- πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
- τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
- ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
- πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
- καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
- ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
- οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
- κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι
- τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
- οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
- δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
- ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
- ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη
- τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
- δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
- τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
- ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
- ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
- ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
- εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
- καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
- τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
- ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
- θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
- κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
- τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
- ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
- δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
- ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
- ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
- ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
- πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
- παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
- ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
- τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
- τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
- ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
- ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
- ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
- ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
- εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
- οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
- ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
- καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
- ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
- ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
- ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
- ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
- ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
- ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
- ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
- αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
- δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
- καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
- ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
- ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
- ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
- εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
- συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
- ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
- πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
- Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
- πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,
- ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
- τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
- ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
- στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
- ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
- ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
- αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
- πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
- φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
- καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,
- εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
- ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
- ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
- τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
- κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,
- ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
- πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
- κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
- ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
- ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,
- πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
- ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
- οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
- πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
- ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
- ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
- νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
- πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
- Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
- λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
- ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
- ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
- πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
- αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
- σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
- σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
- στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
- ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
- ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
- αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
- ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
- σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
- Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
- αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
- σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
- τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
- πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
- ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
- καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
- ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
- ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
- τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
- παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
- εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
- καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
- ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
- Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
- καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
- αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
- Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
- τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
- ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
- ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
- βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
- ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
- ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
- ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
- ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
- διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
- σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
- ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
- αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
- τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
- καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
- ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
- ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
- ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
- ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
- τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
- οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
- ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
- οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
- ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
- χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
- ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
- μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
- νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
- ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
- ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
- ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
- τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
- χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
- κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
- τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
- πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
- ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
- ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
- ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
- ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
- ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
- ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
- ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
- νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
- χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
- ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
- ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
- ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
- Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
- τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
- εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον