Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
- ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
- φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
- νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
- τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
- ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
- ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
- ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
- ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
- πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
- ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
- αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
- ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
- τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
- τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
- Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
- βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
- νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
- οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
- ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
- οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
- ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
- εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
- οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
- εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
- τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
- πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
- καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
- πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
- καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
- ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
- εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
- Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
- ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
- τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
- λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
- ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
- τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
- ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
- ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
- ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
- ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
- ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
- ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
- ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
- εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
- ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
- ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
- εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
- οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
- ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
- ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
- φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
- φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
- τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
- καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
- καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
- ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
- χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
- πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
- πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
- ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
- θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
- συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
- μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
- τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
- αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
- οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
- καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
- τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
- Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
- ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
- τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
- οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
- οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
- ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
- ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
- ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
- ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
- κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
- ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
- ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
- αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
- ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
- ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
- ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
- τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
- τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
- ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
- νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
- ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
- τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
- ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
- τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
- τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
- σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
- τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
- ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
- ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
- αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
- ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
- ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
- ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
- εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
- ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
- νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
- νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
- μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
- ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
- καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
- τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
- οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
- ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
- τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
- ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
- Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
- ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
- ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
- ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
- Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
- θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
- ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
- οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
- ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
- Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
- ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
- μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
- Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
- ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
- αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
- ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
- ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
- Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
- οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
- καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
- δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
- πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
- εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
- ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
- Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
- αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
- αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
- μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
- ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
- ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
- ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
- κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
- ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
- ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
- Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
- ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
- τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
- τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
- Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
- ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
- καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
- οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
- ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
- φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
- ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
- νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
- θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
- αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
- ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
- αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
- νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
- ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
- τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
- δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
- πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
- Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
- ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
- Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
- ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
- στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
- ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
- ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
- ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
- εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
- ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
- ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
- καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
- τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
- ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
- Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
- Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
- κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
- καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
- τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
- πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
- ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
- τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
- τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
- δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
- κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
- τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
- ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
- χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
- ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
- ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
- καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
- ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
- λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
- τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
- δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
- τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
- κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
- τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
- κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
- ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
- εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
- ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
- λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
- τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
- ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
- ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
- αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
- ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
- φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
- ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
- ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
- αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
- πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
- Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
- Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
- Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
- τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
- ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
- Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
- οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
- παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
- ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
- ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
- λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
- οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
- ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
- πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
- ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
- δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
- ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
- θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
- οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
- οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
- σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
- δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
- πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
- οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
- τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
- τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
- εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
- χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
- ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
- τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
- ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
- οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
- τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
- σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
- τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
- κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
- πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
- αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
- ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
- τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
- νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
- ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
- ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
- καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
- αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
- υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
- εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
- Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
- Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
- ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
- δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
- Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
- σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
- γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
- εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
- ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
- ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
- ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
- ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
- χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
- καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
- σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
- ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
- Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
- αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
- υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
- χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
- οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
- τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
- εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
- ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
- τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
- Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
- ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
- πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
- χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
- τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
- εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
- μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
- εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
- ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
- ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
- αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
- νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
- ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
- δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
- Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
- χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
- ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
- τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
- τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
- πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
- ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
- ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
- χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
- αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
- ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
- πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
- πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
- ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
- Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
- κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
- ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
- κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
- Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
- ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
- Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
- οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
- μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
- ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
- Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
- ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
- ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
- οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
- ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
- πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
- τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
- πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
- ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
- αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
- πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
- Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
- ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
- ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
- Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
- οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
- Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
- βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
- ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
- θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
- τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
- μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
- αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
- εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
- κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
- δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
- βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
- εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
- ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
- Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
- ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
- θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
- τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
- μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
- αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
- εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
- κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
- δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
- Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
- πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
- ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
- οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
- Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
- ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
- πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
- ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
- ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
- ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
- Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
- ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
- Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
- μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
- αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
- αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
- γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
- σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
- τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
- αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
- ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
- Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
- νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
- οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
- ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
- καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
- ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
- σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
- ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
- οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
- κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
- πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη
- αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
- δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
- βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
- τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
- πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
- ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
- στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
- νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
- ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
- ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
- ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
- ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
- ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
- τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
- οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
- τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
- ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
- πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
- αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
- ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
- ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
- αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
- ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
- ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
- δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
- Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
- ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
- ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
- ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
- φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
- εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
- ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
- νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
- ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
- τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
- Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
- Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
- οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
- Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
- ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
- σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
- ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
- Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
- αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
- ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
- ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
- ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
- Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
- Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
- καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
- Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
- τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
- πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
- ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
- πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
- σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
- ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
- ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
- καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
- εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
- Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
- ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
- ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
- ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
- ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
- Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
- ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
- δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
- ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
- τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
- τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
- ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
- ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
- ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
- ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
- υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
- ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
- στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
- πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
- τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
- θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
- Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
- ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
- ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
- ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
- Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
- ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
- τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς
- θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
- Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
- κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
- τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
- αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
- νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
- ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
- καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
- ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,
- οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
- τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
- Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
- στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
- γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
- ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν
- τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
- τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
- ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
- δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
- ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
- ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων
- ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
- ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
- εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
- νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
- ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
- αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
- Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
- στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
- Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
- ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
- αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
- καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
- καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
- ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
- ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
- ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
- βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
- νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
- οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
- οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
- τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
- τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
- εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
- οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
- νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
- οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
- κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
- ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
- ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
- τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
- παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
- πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
- ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
- ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
- ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
- ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
- οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
- Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
- πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
- μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
- ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
- ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
- εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
- ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
- ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
- σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
- θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
- ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
- γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
- ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
- Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
- οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
- αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
- Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
- δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
- νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
- τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
- αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
- τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
- στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
- ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
- σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
- τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
- ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
- ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
- διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
- πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
- Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
- γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
- ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
- ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
- ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
- σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
- ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
- εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
- ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
- τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
- ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
- φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
- ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
- ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
- ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
- αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
- ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
- ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
- αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
- Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
- κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
- αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
- τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
- τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
- αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
- Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
- ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
- τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
- Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
- ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
- δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
- ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
- ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
- εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
- Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
- ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
- ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
- φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
- αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
- ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
- ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
- σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
- ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
- Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
- ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
- Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
- στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
- ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
- χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
- Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
- Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
- οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
- ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
- χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
- πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
- ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
- ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
- δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
- πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
- ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
- ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
- Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
- Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
- ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
- οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
- εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
- παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
- ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
- τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
- μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
- αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
- βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
- ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
- ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
- αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
- βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
- μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
- Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
- Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
- Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
- ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
- Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
- Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
- εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
- κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
- ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
- ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
- ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
- μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
- ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
- στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
- νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
- ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
- αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
- ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
- ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
- αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
- ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
- Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
- Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
- στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
- τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς
- ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
- ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
- ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
- οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
- πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
- ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
- ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
- καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
- ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
- ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ
- ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
- ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
- νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
- κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
- τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
- σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
- ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
- Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
- νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
- Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
- αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
- Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
- πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
- αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
- ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
- ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
- πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
- ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
- τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς
- Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
- στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
- καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
- ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
- Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
- τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
- τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
- ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
- δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,
- ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
- Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
- φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην
- ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
- ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
- πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
- δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
- στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
- ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
- Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
- ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
- τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
- ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
- εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
- αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
- φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
- ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
- τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
- τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
- νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
- λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
- ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο
- ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
- ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε
- τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
- ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
- ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
- βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
- οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
- αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
- ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
- ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων
- στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα
- ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
- τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
- τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
- θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
- ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
- ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
- καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς
- χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
- ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
- πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
- χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ
- τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
- χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
- ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
- πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.
- ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
- οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
- κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,
- πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.
- τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
- μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
- Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
- τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
- ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
- Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
- οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
- αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
- ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
- γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
- νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
- εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
- δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
- ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
- πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
- ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
- βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
- οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·
- βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
- τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
- ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
- ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.
- ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
- Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
- αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
- ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
- εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
- ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
- ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
- ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
- ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
- ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
- κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
- ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
- πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
- τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
- ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
- πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
- καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
- ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
- οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
- κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι
- τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
- οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
- δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
- ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
- ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη
- τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
- δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
- τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
- ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
- ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
- ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
- εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
- καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
- τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
- ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
- θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
- κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
- τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
- ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
- δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
- ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
- ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
- ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
- πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
- παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
- ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
- τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
- τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
- ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
- ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
- ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
- ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
- εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
- οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
- ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
- καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
- ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
- ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
- ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
- ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
- ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
- ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
- ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
- αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
- δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
- καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
- ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
- ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
- ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
- εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
- συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
- ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
- πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
- Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
- πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,
- ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
- τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
- ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
- στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
- ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
- ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
- αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
- πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
- φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
- καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,
- εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
- ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
- ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
- τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
- κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,
- ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
- πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
- κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
- ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
- ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,
- πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
- ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
- οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
- πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
- ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
- ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
- νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
- πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
- Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
- λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
- ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
- ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
- πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
- αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
- σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
- σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
- στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
- ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
- ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
- αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
- ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
- σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
- Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
- αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
- σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
- τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
- πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
- ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
- καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
- ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
- ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
- τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
- παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
- εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
- καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
- ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
- Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
- καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
- αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
- Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
- τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
- ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
- ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
- βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
- ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
- ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
- ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
- ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
- διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
- σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
- ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
- αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
- τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
- καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
- ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
- ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
- ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
- ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
- τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
- οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
- ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
- οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
- ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
- χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
- ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
- μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
- νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
- ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
- ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
- ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
- τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
- χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
- κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
- τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
- πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
- ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
- ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
- ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
- ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
- ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
- ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
- ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
- νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
- χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
- ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
- ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
- ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
- Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
- τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
- εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
- ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
- ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
- ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
- ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
- ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
- καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
- τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
- αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
- πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
- πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
- Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
- δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
- τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
- ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
- Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
- Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
- καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
- κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
- τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
- ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
- συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
- αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
- ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
- φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
- λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
- αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
- τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
- κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
- ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
- θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
- τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
- βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
- Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
- αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
- ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
- κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
- οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
- ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
- αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
- ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
- ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
- ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
- ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
- τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
- τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
- χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
- εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
- ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
- ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
- ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
- πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
- ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
- ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
- δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
- ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
- ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
- ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
- ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
- ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
- εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
- Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
- ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
- νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
- εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
- ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
- οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
- ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
- ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
- αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
- Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
- οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
- ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
- οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
- ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
- ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
- ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
- οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
- πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
- οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
- οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
- τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
- καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
- ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
- τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
- τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
- υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
- Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
- αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
- τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
- Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
- Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
- Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
- πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
- οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
- τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
- οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
- βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
- ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
- βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
- ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
- αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
- ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
- νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
- ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
- ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
- πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
- ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
- εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
- ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
- τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
- εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
- ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
- ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
- τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
- ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
- νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
- υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
- τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
- τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
- τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
- ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
- αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
- ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
- ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
- μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
- οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
- ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
- Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
- Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
- οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
- ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
- αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
- Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
- ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
- ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
- ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
- δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
- πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
- γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
- ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
- ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
- λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
- οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
- βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
- νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
- ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
- ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
- ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
- ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
- βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
- δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
- Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
- Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
- πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
- σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
- οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
- οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
- οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
- ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
- ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
- χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
- ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
- Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
- ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
- ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
- πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
- λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
- νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
- πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
- σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
- ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
- δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
- οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
- αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
- ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
- αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
- υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
- Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
- αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
- Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου
- πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·
- αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
- πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
- ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,
- τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
- οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
- τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
- οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
- ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
- αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
- φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
- ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
- κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
- ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
- ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,
- αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
- Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
- κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
- δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
- ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
- δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ
- οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
- νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
- μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
- ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
- Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
- αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
- φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
- ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,
- οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
- ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
- ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,
- οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·
- πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
- χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
- ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
- εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
- Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
- οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
- εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
- ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
- ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
- βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
- τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
- πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω
- εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
- εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
- ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
- ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
- εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
- τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
- εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
- νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·
- οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
- εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον
- παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
- αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
- ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
- ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
- ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
- ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
- θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
- τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
- ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
- κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
- στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ
- πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
- τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
- ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
- ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
- βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
- ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
- πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
- ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
- νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
- ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
- ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
- ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
- καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
- τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
- ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
- αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
- νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
- ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
- τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
- ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
- νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
- κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
- ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
- καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
- καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
- κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
- εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
- ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
- αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,
- βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
- οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
- τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
- εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
- ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
- αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
- καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
- ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
- χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
- τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
- βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
- δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
- μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
- εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας
- σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
- οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
- ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
- ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
- ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
- τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
- αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
- Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
- ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
- ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
- καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας
- καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
- τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
- ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
- ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
- οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
- ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
- οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
- ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
- ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
- αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε
- ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
- οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
- νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
- μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,
- ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
- ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
- τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
- τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
- τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
- πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο
- ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
- ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω
- ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
- ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
- τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,
- βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
- καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
- ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
- αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·
- ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
- ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
- εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
- ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
- ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
- εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
- ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
- καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
- βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
- στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
- Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
- ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
- κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
- ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
- εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
- ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
- ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
- εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
- ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
- καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
- αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
- Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
- ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
- αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
- αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
- ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
- καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
- τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
- εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
- τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
- οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
- ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
- σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
- Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
- Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
- μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
- κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
- χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,
- οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,
- θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
- πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
- κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
- Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
- ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
- ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
- ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
- βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
- Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
- αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
- ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
- νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ
- πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
- Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
- ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
- τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
- τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
- βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
- ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
- παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
- Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
- ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
- χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν
- χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
- κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
- ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;
- ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
- μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
- ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
- ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
- μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
- Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
- τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
- οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
- τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
- οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
- τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
- ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
- μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
- ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
- ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
- δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
- ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
- πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
- ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
- μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
- πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
- ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
- ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
- ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
- ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
- ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
- ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
- πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
- Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
- ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
- ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
- Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
- ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
- ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
- κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
- Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
- ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
- ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
- ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
- οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
- τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
- ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
- χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
- ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
- αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
- δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
- εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
- στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
- εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
- ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
- βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες
- ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
- λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
- νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
- σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
- δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
- νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
- κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
- τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
- αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
- ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
- νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
- Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
- τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
- νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
- νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
- Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
- γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
- ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
- οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
- ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
- οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
- καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
- ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
- Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
- φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
- ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
- Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
- αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
- κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
- ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
- τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
- Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
- χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
- ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
- ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
- χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
- χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
- βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
- πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
- γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
- ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
- τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
- ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
- μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
- ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
- λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
- ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
- ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
- νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
- Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
- Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
- ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
- αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
- ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
- Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
- εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
- Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
- Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
- ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
- ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
- Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
- ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
- τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
- ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
- Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
- σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
- αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
- τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
- ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
- ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
- ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,
- γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
- αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
- ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
- ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
- ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
- τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
- αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
- Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
- μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
- οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
- ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
- ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
- καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
- μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
- μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
- οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
- μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
- ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
- Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
- χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
- τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
- οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
- τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
- καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
- Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
- τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
- οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
- ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
- Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
- Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
- Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
- τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
- αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
- μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
- εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
- νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
- ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
- δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
- Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
- φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
- θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
- αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
- ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
- μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
- νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
- ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
- οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
- νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
- ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
- ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
- ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
- ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
- ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
- πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
- ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
- λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
- ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
- τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
- αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
- Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
- καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
- ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
- ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
- καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
- οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
- κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
- φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
- ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
- ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
- νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
- ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
- σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
- Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
- ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
- ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
- ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
- ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ
- ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
- ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
- ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
- ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
- κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
- στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
- νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
- ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
- ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
- καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
- ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
- ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
- Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
- κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
- Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
- καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
- ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
- ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
- ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
- ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
- ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
- ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
- βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
- οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
- οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
- Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
- Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
- ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
- κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
- αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
- ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
- ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
- τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
- νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
- ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
- χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
- ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
- Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
- Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
- τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
- νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
- κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
- Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
- Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
- σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
- ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
- νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
- Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
- ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
- Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
- ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
- ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
- ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
- ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
- τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
- κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
- ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
- Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
- καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
- υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
- βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
- ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
- Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
- ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
- ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
- τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
- ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
- ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
- εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι