Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
  2. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  3. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
  4. τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
  5. φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
  6. μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
  7. καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
  8. ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
  9. ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
  10. τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  11. εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,
  12. πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  13. οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
  14. ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
  15. τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
  16. ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
  17. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  18. Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·
  19. εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
  20. ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,
  21. ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
  22. τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.
  23. ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
  24. Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
  25. φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·
  26. καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
  27. ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
  28. κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
  29. Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
  30. καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
  31. ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν
  32. ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
  33. ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
  34. εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
  35. τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
  36. ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
  37. Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
  38. Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
  39. αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
  40. δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
  41. τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
  42. βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
  43. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
  44. Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
  45. νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
  46. χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
  47. κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
  48. ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
  49. κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
  50. δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
  51. ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
  52. δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
  53. κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
  54. σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
  55. ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
  56. τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
  57. αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
  58. κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
  59. σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
  60. ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
  61. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  62. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  63. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  64. ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  65. οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
  66. βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
  67. ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
  68. οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
  69. εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
  70. ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
  71. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
  72. τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
  73. δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
  74. δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
  75. οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
  76. ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
  77. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  78. ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  79. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  80. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  81. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  82. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  83. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
  84. κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
  85. ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
  86. αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
  87. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
  88. Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  89. νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
  90. ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
  91. ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
  92. δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
  93. σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
  94. τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
  95. νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
  96. βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  97. ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
  98. ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
  99. μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
  100. Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
  101. ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
  102. αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
  103. ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
  104. κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
  105. βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
  106. ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
  107. ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
  108. βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
  109. διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
  110. οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
  111. οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
  112. ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
  113. ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
  114. τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
  115. καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
  116. αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
  117. ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
  118. ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
  119. κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
  120. ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
  121. ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
  122. ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
  123. τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
  124. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
  125. ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
  126. ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
  127. γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
  128. φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
  129. ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
  130. ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
  131. χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,
  132. ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
  133. λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
  134. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
  135. φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη
  136. Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
  137. φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
  138. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
  139. ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
  140. δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
  141. ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·
  142. δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
  143. ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε
  144. βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·
  145. χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,
  146. χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
  147. ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
  148. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  149. τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
  150. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  151. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  152. θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
  153. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  154. πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
  155. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
  156. ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
  157. ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
  158. νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
  159. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
  160. πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
  161. ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
  162. δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
  163. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
  164. ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  165. ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  166. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  167. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  168. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  169. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  170. ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
  171. ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
  172. ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
  173. ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
  174. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  175. ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
  176. ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
  177. πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
  178. ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
  179. αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
  180. ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
  181. τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
  182. τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
  183. Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
  184. βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
  185. νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
  186. οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
  187. ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
  188. οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
  189. ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
  190. εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
  191. οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
  192. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  193. πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
  194. εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
  195. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
  196. τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
  197. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
  198. καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
  199. πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
  200. καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
  201. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
  202. εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
  203. Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
  204. ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
  205. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
  206. λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
  207. ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
  208. τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
  209. ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
  210. ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
  211. ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
  212. ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
  213. ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
  214. ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
  215. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  216. μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
  217. ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
  218. εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
  219. ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  220. ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
  221. εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
  222. οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
  223. ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
  224. ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
  225. φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
  226. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  227. τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
  228. καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
  229. καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
  230. ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
  231. χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
  232. πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
  233. πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
  234. ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
  235. θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
  236. συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
  237. μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
  238. τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
  239. αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
  240. οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
  241. καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
  242. τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
  243. Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
  244. ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
  245. τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
  246. οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
  247. οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
  248. ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
  249. ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
  250. ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
  251. ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
  252. κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
  253. ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
  254. ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
  255. αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
  256. ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
  257. ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
  258. ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
  259. τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
  260. τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
  261. ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
  262. νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
  263. ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
  264. τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
  265. ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
  266. τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
  267. τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
  268. σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
  269. τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
  270. ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
  271. ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
  272. αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
  273. ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
  274. ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
  275. ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
  276. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
  277. ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
  278. νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
  279. νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
  280. μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
  281. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
  282. καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
  283. τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  284. οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
  285. ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
  286. τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
  287. ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
  288. Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
  289. ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
  290. ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
  291. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
  292. Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
  293. θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
  294. ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
  295. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
  296. ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,